Ancient Greek
99 to 105
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 99-2-105
Not analysed yet
κατανοήσαντες δὲ τὸ πλῆθος τῶν Παλαιστίνων οἱ τοῦ Σαούλου κατεπλάγησαν, καὶ οἱ μὲν εἰς τὰ σπήλαια καὶ τοὺς ὑπονόμους ἔκρυψαν αὑτοὺς, οἱ πλείους δὲ εἰς τὴν πέραν τοῦ Ἰορδάνου γῆν ἔφυγον· αὕτη δʼ ἦν Γάδου καὶ Ῥουβήλου. Πέμψας δὲ Σαοῦλος πρὸς τὸν προφήτην ἐκάλει πρὸς αὑτὸν συνδιασκεψόμενον περὶ τοῦ πολέμου καὶ τῶν πραγμάτων. ὁ δὲ περιμένειν αὐτὸν ἐκέλευσεν αὐτόθι καὶ παρασκευάζειν θύματα· μετὰ γὰρ ἡμέρας ἑπτὰ πρὸς αὐτὸν ἥξειν, ὅπως θύσωσι τῇ ἑβδόμῃ τῶν ἡμερῶν, ἔπειθʼ οὕτως συμβάλωσι τοῖς πολεμίοις. καὶ περιμένει μὲν ὡς ὁ προφήτης ἐπέστειλεν, οὐκέτι μέντοι γε διατηρεῖ τὴν ἐντολήν, ἀλλʼ ὡς ἑώρα βραδύνοντα μὲν τὸν προφήτην, αὑτὸν δὲ ὑπὸ τῶν στρατιωτῶν καταλειπόμενον, λαβὼν τὰ θύματα τὴν θυσίαν ἐπετέλει· ἐπεὶ δὲ τὸν Σαμουῆλον ἤκουσε προσιόντα ὑπαντησόμενος ἐξῆλθεν. ὁ δʼ οὐκ ὀρθῶς αὐτὸν ἔφη πεποιηκέναι παρακούσαντα ὧν ἐπέστειλεν αὐτὸς καὶ φθάσαντα τὴν παρουσίαν, ἣν κατὰ βούλησιν γινομένην τοῦ θείου πρὸς τὰς εὐχὰς καὶ τὰς θυσίας τὰς ὑπὲρ τοῦ πλήθους προλάβοι κακῶς ἱερουργήσας καὶ προπετὴς γενόμενος. ἀπολογουμένου δὲ τοῦ Σαούλου καὶ περιμεῖναι μὲν τὰς ἡμέρας ἃς ὥρισε λέγοντος, ὑπὸ δὲ ἀνάγκης καὶ ἀναχωρήσεως μὲν τῶν αὑτοῦ στρατιωτῶν διὰ φόβον, στρατοπεδείας δὲ τῶν ἐχθρῶν ἐν Μαχμᾶ καὶ ἀκοῆς τῆς ἐπʼ αὐτὸν εἰς Γάλγαλα καταβάσεως ἐπειχθῆναι πρὸς τὴν θυσίαν. ὑπολαβὼν δὲ ὁ Σαμουῆλος ἀλλὰ σύγε, φησίν, εἰ δίκαιος ἦσθα καὶ μὴ παρήκουσας ἐμοῦ μηδʼ ὧν ὑπέθετό μοι περὶ τῶν παρόντων ὁ θεὸς ὠλιγώρησας ταχύτερος ἢ συνέφερε τοῖς πράγμασι γεγονὼς, σοί τʼ αὐτῷ πλεῖστον ἂν βασιλεῦσαι χρόνον ἐξεγένετο καὶ τοῖς σοῖς ἐγγόνοις. καὶ Σαμουῆλος μὲν ἀχθόμενος ἐπὶ τοῖς γεγενημένοις ἀνεχώρησε παρʼ αὑτὸν, Σαοῦλος δὲ εἰς Γαβαὼν πόλιν ἔχων ἑξακοσίους μεθʼ ἑαυτοῦ μόνον ἧκε σὺν Ἰωνάθῃ τῷ παιδί. τούτων δὲ οἱ πλείους οὐκ εἶχον ὅπλα τῆς χώρας σπανιζούσης σιδήρου καὶ τῶν ὅπλα χαλκεύειν δυναμένων· οὐ γὰρ εἴων οἱ Παλαιστῖνοι ταῦτα εἶναι, καθὼς μικρὸν ἔμπροσθεν δεδηλώκαμεν.