Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ δωδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Jewish Antiquities Section arg-11
Not analysed yet
Ὡς Πτολεμαῖος ὁ Λάγου δόλῳ καὶ ἀπάτῃ παραλαβὼν τὰ Ἱεροσόλυμα καὶ τὴν Ἰουδαίαν πολλοὺς ἐξ αὐτῆς εἰς Αἴγυπτον μετῴκισεν. ὡς ὁ υἱὸς αὐτοῦ Πτολεμαῖος ὁ κληθεὶς Φιλάδελφος τοὺς Ἰουδαίων νόμους εἰς τὴν Ἑλληνικὴν γλῶσσαν μετέβαλεν καὶ πολλοὺς αἰχμαλώτους ἀπέλυσεν Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ αὐτῶν χαριζόμενος, καὶ ἀναθήματα πολλὰ ἀνέθηκεν τῷ θεῷ. πῶς ἐτίμησαν οἱ τῆς Ἀσίας βασιλεῖς τὸ Ἰουδαίων ἔθνος καὶ πολίτας ἐποίησαν ἐν ταῖς ὑπ' αὐτῶν κτισθείσαις πόλεσιν κατοικίσαντες. ἐκ τῆς γενομένης ἀτυχίας ἐπανόρθωσις ὑπὸ Ἰωσήπου τοῦ Τωβίου ποιησαμένου φιλίαν πρὸς Πτολεμαῖον τὸν Ἐπιφανῆ. φιλία καὶ συμμαχία Λακεδαιμονίων πρὸς Ὀνίαν τὸν ἀρχιερέα τῶν Ἰουδαίων. στάσις τῶν δυνατῶν Ἰουδαίων πρὸς ἀλλήλους καὶ ὡς ἐπεκαλέσαντο Ἀντίοχον τὸν Ἐπιφανῆ. ὅτι στρατευσάμενος Ἀντίοχος ἐπὶ Ἱεροσόλυμα τήν τε πόλιν παρέλαβεν καὶ τὸν ναὸν ἐσύλησεν. ὡς Ἀντιόχου κωλύσαντος τοῖς πατρίοις νόμοις χρῆσθαι τοὺς Ἰουδαίους μόνος ὁ Ἀσαμωναίου παῖς Ματταθίας κατεφρόνησεν τοῦ βασιλέως καὶ τοὺς Ἀντιόχου στρατηγοὺς ἐνίκησεν. ἡ Ματταθίου τελευτή, γηραιοῦ μὲν ὄντος ἤδη, παραδόντος δὲ τὴν τῶν πραγμάτων προστασίαν τοῖς παισίν. ὡς ὁ υἱὸς αὐτοῦ Ἰούδας τοῖς Ἀντιόχου στρατηγοῖς μαχεσάμενος τοὺς Ἰουδαίους εἰς τὴν πάτριον ἐπανήγαγε πολιτείαν καὶ ἀρχιερεὺς ἀπεδείχθη ὑπὸ τοῦ λαοῦ. ὡς ὁ Ἀντιόχου στρατηγὸς Ἀπολλώνιος εἰς τὴν Ἰουδαίαν ἐμβαλὼν ἡττηθεὶς ἀπέθανεν. ἡ Σαΐωνος καὶ Γοργίου στρατεία ἐπὶ τὴν Ἰουδαίαν καὶ ἧττα καὶ διαφορὰ τοῦ στρατοῦ. ὅτι στρατευσάμενος Ἰούδας ἐπὶ Ἀμμανίτας καὶ εἰς τὴν Γαλαδῖτιν ἐνίκησεν. ὡς Σίμων ὁ ἀδελφὸς αὐτοῦ στρατευσάμενος ἐπὶ Τυρίους καὶ Πτολεμαεῖς ἐκράτησεν αὐτῶν. Λυσίου στρατεία τοῦ Ἀντιόχου στρατηγοῦ ἐπὶ Ἰουδαίους καὶ ἧττα. ὡς Ἀντίοχος ὁ Ἐπιφανὴς ἐτελεύτησεν ἐν Πέρσαις. ὡς Ἀντίοχος ὁ ἐπικληθεὶς Εὐπάτωρ στρατευσάμενος ἐπὶ Ἰουδαίους μετὰ Λυσίου καὶ νικήσας ἐπολιόρκει Ἰούδαν εἰς τὸ ἱερὸν ἐγκλείσας. ὅτι πολλοῦ χρόνου τῇ πολιορκίᾳ τριβομένου φιλίαν ποιησάμενος πρὸς Ἰούδαν εὐπρεπῶς ἀνεχώρησεν ἐκ τῆς Ἰουδαίας Ἀντίοχος. ὡς Βακχίδης ὁ Δημητρίου στρατηγὸς ἐπιστρατευσάμενος τοῖς Ἰουδαίοις ἄπρακτος ἀνέστρεψε πρὸς τὸν βασιλέα. ὡς Νικάνωρ μετὰ τὸν Βακχίδην πεμφθεὶς στρατηγὸς ἀπώλετο σὺν τῇ στρατιᾷ αὐτοῦ. ὅτι πάλιν ἐπὶ τὴν Ἰουδαίαν Βακχίδης ἐκπεμφθεὶς ἐνίκησεν. ὡς Ἰούδας διεφθάρη μαχόμενος. περιέχει ἡ βίβλος χρόνον ἐτῶν ρο.