Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ τετάρτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία Section arg-3
Not analysed yet
α. Ἑβραίων δίχα τῆς Μωυσέος γνώμης μάχη πρὸς Χαναναίους καὶ ἧττα. β. στάσις Κορέου καὶ τοῦ πλήθους πρὸς Μωυσῆν καὶ τὸν ἀδελφὸν αὐτοῦ περὶ τῆς ἱερωσύνης. γ. τὰ συμβάντα τοῖς Ἑβραίοις ἐν τῇ ἐρήμῳ ἔτεσιν ὀκτὼ καὶ τριάκοντα. δ. ὡς Σηχῶνα καὶ Ὤγην τοὺς Ἀμορραίων βασιλεῖς νικήσας Μωυσῆς καὶ τὴν στρατιὰν ἅπασαν αὐτῶν διαφθείρας κατεκλήρωσεν αὐτῶν τὴν χώραν δυσὶ φυλαῖς καὶ ἡμισείᾳ τῶν Ἑβραίων. ε. Μωυσέος πολιτεία καὶ πῶς ἐξ ἀνθρώπων ἠφανίσθη. περιέχει ἡ βίβλος αὕτη χρόνον ἐτῶν τριάκοντα καὶ ὀκτώ.