Ancient Greek · ~4 min
Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία Section arg-6
Not analysed yet
α. Ὡς Δαυίδης μὲν τῆς μιᾶς φυλῆς ἐβασίλευσεν ἐν Γιβρῶνι τῇ πόλει, τοῦ δ' ἄλλου πλήθους ὁ Σαούλου παῖς. β. ὅτι τούτου φονευθέντος ἐξ ἐπιβουλῆς φίλων ἅπασιν τὴν βασιλείαν Δαυίδης παρέλαβεν. γ. ὡς πολιορκήσας Ἱεροσόλυμα Δαυίδης καὶ λαβὼν τὴν πόλιν ἐξέβαλε μὲν ἐξ αὐτῆς τοὺς Χαναναίους, ἐνῴκισε δὲ εἰς αὐτὴν Ἰουδαίους. δ. ὅτι στρατεύσαντας ἐπ' αὐτὸν δὶς Παλαιστίνους ἐν Ἱεροσολύμοις ἐνίκησεν. ε. ἡ γενομένη πρὸς Εἴρωμον τὸν Τυρίων βασιλέα Δαυίδου φιλία. ϛ. ὡς τοῖς πέριξ ἔθνεσι στρατεύσας Δαυίδης καὶ χειρωσάμενος φόρον ἐπέταξεν αὑτῷ τελεῖν. ζ. ἡ γενομένη πρὸς Δαμασκηνοὺς Δαυίδῃ μάχη καὶ νίκη. η. πῶς ἐπὶ τοὺς Μεσοποταμίους στρατεύσας ἐκράτησεν αὐτῶν. θ. ὅτι τῶν περὶ τὴν οἰκίαν αὐτῷ στασιασάντων ὑπὸ τοῦ παιδὸς ἐξεβλήθη τῆς ἀρχῆς εἰς τὴν πέραν τοῦ Ἰορδάνου. ι. ὡς στρατεύσας Ἀψάλωμος ἐπὶ τὸν πατέρα Δαυίδην ἀπώλετο σὺν τῷ στρατῷ. ια. πῶς εἰς τὴν βασιλείαν πάλιν κατῆλθε καὶ ζήσας εὐδαιμόνως ἔτι περιὼν Σολόμωνα τὸν υἱὸν ἀπέδειξε βασιλέα. ιβ. τελευτὴ Δαυίδου καταλιπόντος τῷ παιδὶ πολλὴν ὕλην ἀργύρου τε καὶ χρυσοῦ καὶ λιθίας εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ. περιέχει ἡ βίβλος χρόνον ἐτῶν τεσσαράκοντα.