Ancient Greek
Page 34
Flavius Justinianus Imperator Theol., Contra Nestorianos (ap. Chronicon paschale) 34
Not analysed yet
ἡμέρᾳ, ἑνὸς καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη, ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί, γινώσκοντες. οὐ γὰρ ἄλλον τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν ἐπιστάμεθα, τὸν ἕνα καὶ τὸν αὐτὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, τὴν δὲ καθ' ὑπόστασιν ἑνότητα δεχόμεθα καὶ ὁμολογοῦμεν. ἔμεινε γὰρ τριὰς ἡ τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς τριάδος θεοῦ λόγου· οὔτε γὰρ τετάρτου προσώπου προσθήκην ἐπιδέχεται ἡ ἁγία τριάς. τούτων τοίνυν οὕτως ἐχόντων, ἀναθεματίζομεν πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ Νεστόριον τὸν ἀνθρωπολάτρην καὶ τοὺς τὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας, τοὺς διαιροῦντας τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν, καὶ μὴ ὁμολογοῦντας κυρίως καὶ κατὰ ἀλήθειαν τὴν ἁγίαν ἔνδοξον ἀειπαρθένον Μαρίαν θεοτόκον, τουτέστι μητέρα θεοῦ, ἀλλὰ δύο υἱοὺς λέγοντας, ἄλλον μὲν τὸν ἐκ πατρὸς θεὸν λόγον, ἄλλον δὲ τὸν ἐκ τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου Μαρίας, χάριτι δὲ καὶ σχέσει καὶ οἰκειώσει τῇ πρὸς τὸν θεὸν λόγον καὶ θεὸν αὐτὸν γεγενῆσθαι ἀρνουμένους, καὶ μὴ ὁμολογοῦντας τὸν δεσπότην ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν τὸν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα καὶ σταυρωθέντα ἕνα εἶναι τῆς ὁμοουσίου τριάδος. οὗτος γὰρ μόνος ἐστὶν ὁ συμπροσκυνούμενος καὶ συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Ἀναθεματίζομεν δὲ καὶ Εὐτυχέα τὸν φρενοβλαβῆ καὶ τοὺς τὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας, τοὺς φαντασίαν εἰσάγοντας, ἀρνουμένους δὲ τὴν ἐκ τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου Μαρίας ἀληθινὴν σάρκωσιν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέστιν τὴν ἡμετέραν σωτηρίαν, καὶ μὴ ὁμολογοῦντας αὐτὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα. τὸν αὐτὸν δὲ τρόπον καὶ Ἀπολλινάριον τὸν ψυχοφθόρον καὶ τοὺς τὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας τοὺς ἄνθρωπον μόνον λέγοντας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν, καὶ σύγχυσιν ἤτοι φυρμὸν εἰσάγοντας τῇ ἐνανθρωπήσει τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, καὶ πάντας τοὺς τὰ αὐτῶν φρονήσαντας ἢ φρονοῦντας. Τὸ ἴσον δὲ τούτου οἱ ἐπίσκοποι πάντες ἔλαβον ἐν ταῖς ἰδίαις πόλεσι καὶ προέθηκαν ἐν ταῖς ἐκκλησίαις.