Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg2734.tlg023.local001
Flavius Justinianus Imperator Theol., Edictum de aphthartodocetismo (fragmentum) 001
Not analysed yet
Ἐκ τοῦ ἰδίκτου Ἰουστινιανοῦ Εἴ τις οὐσιώδη ἤγουν φυσικὴν ἕνωσιν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου λέγων οὐχ οὕτως τοῦτο νοεῖ, ὡς τῆς φρικτῆς οἰκονομίας τὰς δύο οὐσίας ἤτοι φύσεις εἰς μίαν ὑπόστασιν ἑνωσάσης, ἀλλ' ἐκ τούτου μίαν φύσιν ἤγουν οὐσίαν τοῦ Χριστοῦ γεγενῆσθαι λέγει, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.