Ancient Greek · ~9 min
Edition urn:cts:greekLit:tlg2734.tlg024.local001
Flavius Justinianus Imperator Theol., Edictum de asylo 001
Not analysed yet
Τὸ παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ τῇ μεγάλῃ ἐκκλησίᾳ γενόμενον χρυσόβουλλον Τὴν τῆς εἰρήνης χορηγὸν καὶ πάσης εὐταξίας μητέρα δικαιοσύνην, κραταιάν τε τοῖς ἀδικοῦσιν ἀντίπαλον καὶ σχεδὸν πάντων αἰτίαν τῶν ἀγαθῶν τῷ ἡμετέρῳ βίῳ καθισταμένην, οὐκ ἀπεικός ἐστι κατὰ τῆς ἀναιδοῦς πλεονεξίας ἀνταγωνιζομένην τῇ ἡμετέρᾳ καθοπλισθῆναι χειρί, ὡς ἂν τῇ ἰσχύι τῆς ἐκ θεοῦ βασιλείας ἡμῶν ἐν ἀμφοτέροις εὐδοκιμοῦσα φαίνοιτο, πὴ μὲν τοὺς ἐκκλησιαστικοὺς κατευνάζουσα θορύβους καὶ πρὸς εὔδιον λιμένα τὸ ἱερατικὸν ῥυθμίζουσα, πὴ δὲ τοὺς κοσμικοὺς καταπραΰνουσα πολέμους καὶ τῶν ἰδίων ἕκαστον ἀπολαύειν νομοθετοῦσα. Ἡ ἐκκλησιαστικοῖς τε καὶ πολιτικοῖς ἄρχουσιν ὑπηρετεῖσθαι κελεύουσα τούτοις, ἵνα μηδὲν ἔξω τῶν ἐκείνῃ δοκούντων τι διαπράττωνται, ὡς ἐν κεφαλαίῳ τὰ καθ' ἕκαστον ἐντέλλεται οὕτως· κεφ. α. Δέον ὑμᾶς, εἴ τις ἐλεύθερος δούλωσιν ὑφιστάμενος τῇ ἐκκλησίᾳ προσδράμοι, μετακαλέσασθαι δὶς τὸν ἐγκαλούμενον καί, εἰ μὴ πρὸς ὑμᾶς ἥξει, τὴν τρίτην ἀποστολὴν διὰ τριῶν ποιεῖσθαι πρεσβυτέρων εἰς μαρτύριον τῶν γινομένων καί, εἰ μὴ δι' αὐτῶν ἐλεύσεται, ἐλευθερίας ἀξιοῦν τὸν φυγάδα. κεφ. β. Δέον, εἴ τις τῶν οἰκετῶν λιμῷ καὶ γυμνότητι πιεζόμενος γνώμῃ τοῦ δεσπότου <τῇ ἐκκλησίᾳ προσδράμοι> εἰ μὴ κατὰ τὸ δυνατὸν αὐτῷ ἀμφότερα διορθοῦται, πιπράσκεσθαι τὸν δοῦλον ἄλλῳ δεσπότῃ, ἵνα μὴ ὑπεροψίᾳ διαφθείροιτο. κεφ. γ. Δέον, εἴ τις τῶν πρεσβυτέρων ἢ διακόνων ἕξει δίκην μετά τινος προσκαλεῖσθαι αὐτὸν κατὰ τὸ εἰρημένον καὶ μὴ ὑπείκοντα καταδικάζεσθαι. κεφ. δ. Δέον τὸν δοῦλον μάτην τῇ ἐκκλησίᾳ προσχωρήσαντα παιδεύειν ἀξίως καὶ τῷ ἰδίῳ δεσπότῃ παραδιδόναι. κεφ. ε. Δέον, εἴ ποτε δοῦλος φυγὰς αὐτὸν ἐλθεῖν τὸν κύριον ἀπονοίᾳ ἐπιζητεῖ, ὁ δὲ κύριος τῶν θεραπόντων αὐτῷ τὸν πιστότατον δι' αὐτὸ τοῦτο ἀποστείλῃ, μὴ ἀναγκάζεσθαι αὐτὸν σκύλλεσθαι, μάλιστα τὸν ἀπεσταλμένον παρ' αὐτοῦ ἀντ' αὐτοῦ παραθέμενον, ᾧ καὶ τὸν δοῦλον παρατίθεσθαι ὑμῖν ἔξεστιν. Δέον διὰ παντὸς ἐρευνᾶθαι τοὺς πρόσφυγας καὶ ὧν ἂν ὦσι μηνύεσθαι παρευθὺ τοὺς κυρίους αὐτῶν ἐπανελέσθαι αὐτούς. αὐτοὶ γὰρ ἐπιμένοντες καὶ πληθυνόμενοι καὶ τὰ τῆς περιβολῆς ἀναλίσκουσι πάντα καὶ τοῦς παρατυγχάνοντας ἐνεδρεύοντες βλάπτουσι καὶ τῷ πλήθει αὐτῶν τοῖς δεσπόζουσι πολλάκις ἐπανιστάμενοι τὸ χαλεπώτατον ὕβρεις ἀφιᾶσιν, ἐφ' ᾧ καὶ κατ' ἀξίαν παιδεύεσθαι ἄμεινον. Καὶ ταῦτα πάντα τηρεῖσθαι παρ' ὑμῶν ἀσφαλῶς, ἵνα μὴ καταφρονηταὶ τούτων ὀφθέντες καὶ ὑμεῖς ὑπ' ἄλλων καταφρονηθήσεσθε, οὐκ ἐκτὸς κατακρίματος μένοντες τοῦ τε θεόθεν καὶ τοῦ παρ' ἡμῶν ἐπηρτημένου.