Ancient Greek · ~9 min
Page 122
Flavius Justinianus Imperator Theol., Epistula ad synodum de Origene 122
Not analysed yet
Τὸ δὲ γράμμα τοῦ βασιλέως πρὸς τὴν ἁγίαν σύνοδον περιεῖχεν οὕτως· περὶ μὲν Ὠριγένους καὶ τῶν ὁμοφρόνων αὐτοῦ σπουδὴ γέγονεν ἡμῖν καὶ ἔστιν ἀτάραχον τὴν ἁγίαν τοῦ θεοῦ καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν διαφυλάττεσθαι καὶ τὰ ὁπωσοῦν ἀναφυόμενα τῇ ὀρθοδόξῳ πίστει ἐναντία κατακρίνεσθαι. ἐπεὶ τοίνυν διέγνωσται ἡμῖν, ὥς τινες ἐν Ἱεροσολύμοις εἰσὶ μοναχοὶ δήπουθεν Πυθαγόρᾳ καὶ Πλάτωνι καὶ Ὠριγένει τῷ καὶ Ἀδαμαντίῳ καὶ τῇ τούτων δυσσεβείᾳ καὶ πλάνῃ κατακολουθοῦντες καὶ διδάσκοντες, δεῖν ᾠήθημεν φροντίδα καὶ ζήτησιν ποιήσασθαι περὶ τούτων, ἵνα μὴ τέλεον διὰ τῆς Ἑλληνικῆς καὶ Μανιχαϊκῆς ἀπάτης αὐτῶν πολλοὺς ἀπολέσωσιν. λέγουσι γάρ, ἵνα ἐκ πολλῶν ὀλίγα μνημονεύσωμεν, ὅτι νόες ἦσαν δίχα παντὸς ἀριθμοῦ τε καὶ ὀνόματος, ὡς ἑνάδα πάντων εἶναι τῶν λογικῶν τῇ ταυτότητι τῆς οὐσίας καὶ ἐνεργείας καὶ τῇ δυνάμει καὶ τῇ πρὸς τὸν θεὸν λόγον ἑνώσει τε καὶ γνώσει. καὶ ὡς κόρον αὐτῶν λαβόντων τῆς θείας ἀγάπης καὶ θεωρίας κατ' ἀναλογίαν ἐπὶ τὸ χεῖρον τῆς ἑκάστου τροπῆς λεπτομερέστερα ἢ παχυμερέστερα σώματα ἀμφιάσασθαι καὶ ὀνόματα κληρώσασθαι, κἀντεῦθεν τὰς οὐρανίας καὶ λειτουργικὰς ὑποστῆναι δυνάμεις. ἀλλὰ μὴν καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς ἀστέρας καὶ αὐτὰ τῆς αὐτῆς τῶν λογικῶν ἑνάδος ὄντα ἐκ τῆς ἐπὶ τὰ χείρω τροπῆς τοῦτο γεγονέναι ὅπερ εἰσίν, τὰ δὲ ἐπὶ πλεῖον τῆς θείας ἀγάπης ἀποψυγέντα λογικὰ ψυχὰς ὀνομασθῆναι καὶ σώμασι παχυτέροις τοῖς καθ' ἡμᾶς ἐμβληθῆναι, τὰ δὲ ἐπὶ τὸ ἄκρον τῆς κακίας ἐληλακότα ψυχροῖς καὶ ζοφεροῖς ἐνδεθῆναι σώμασι καὶ δαίμονας γεγονέναι τε καὶ ὀνομασθῆναι. καὶ ὅτι ἐξ ἀγγελικῆς μὲν καταστάσεως ψυχικὴ γίνεται κατάστασις, ἐκ δὲ ψυχικῆς δαιμονιώδης τε καὶ ἀνθρωπίνη, ἕνα δὲ νοῦν μόνον ἐκ πάσης τῆς ἑνάδος τῶν λογικῶν ἀκλόνητον μεῖναι καὶ ἀκίνητον τῆς θείας ἀγάπης καὶ θεωρίας, ὃς καὶ Χριστὸς καὶ βασιλεὺς καὶ ἄνθρωπος γέγονεν. καὶ ὅτι παντελὴς ἔσται τῶν σωμάτων ἀναίρεσις, αὐτοῦ τοῦ κυρίου πρῶτον ἀποτιθεμένου τὸ ἴδιον σῶμα καὶ τῶν λοιπῶν ἁπάντων. καὶ ὅτι ἀνακομίζονται πάλιν ἅπαντες εἰς τὴν αὐτὴν ἑνάδα καὶ γίνονται νόες, καθὰ καὶ ἐν τῇ προϋπάρξει ἐτύγχανον, ἀποκαθισταμένου δηλονότι καὶ αὐτοῦ τοῦ διαβόλου καὶ τῶν λοιπῶν δαιμόνων εἰς τὴν αὐτὴν ἑνάδα καὶ τῶν ἀσεβῶν καὶ ἀθέων ἀνθρώπων μετὰ τῶν θείων καὶ θεοφόρων ἀνδρῶν καὶ τῶν οὐρανίων δυνάμεων καὶ τὴν αὐτὴν ἑξόντων ἕνωσιν πρὸς τὸν θεόν, ὁποίαν ἔχει καὶ ὁ Χριστός, καθὼς καὶ προϋπῆρχον, ὡς μηδεμίαν εἶναι διαφορὰν τῷ Χριστῷ πρὸς τὰ λοιπὰ λογικὰ παντελῶς οὔτε τῇ οὐσίᾳ