Ancient Greek
Edition urn:cts:greekLit:tlg2734.tlg017.local001
Flavius Justinianus Imperator Theol., Troparium 001
Not analysed yet
Ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ θεὸς, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας τριάδος, συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, σῶσον ἡμᾶς.