Ancient Greek
Volume 2
Fragmenta Alchemica, Περὶ τοῦ λίθου τῶν φιλοσόφων (e cod. B.N. gr. 2327, fol. 216r) 2.448
Not analysed yet
τὴν καυστικὴν δύναμιν ἐχόντων, ἀπό τε πυρὸς καὶ θείου καὶ πάντω ἀρσενίκων· ἐπεὶ ἡ ἐπιμιξία καὶ ἡ σφοδρότης πᾶσαν βλάβην καὶ ἀποτυχίαν ἐργάζεται, προσδέχεσθαι δὲ πάντα τὰ ἐξιδιάζοντα καὶ ὑγρὰν δύναμιν ἔχοντα, πρός τε μίξιν στοιχοῦντος καὶ τὴν τοῦ μολίβδου σύγκρασιν· σύγκρασιν γὰρ καὶ συνουσίωσιν καλοῦσιν, πρῶτον διὰ χωνευτηρίου, ὕστερον δὲ καυματουμένην καὶ πλυνομένην, ἐπείπερ καὶ μαγνησίαν ταύτην καλοῦσιν ἐκ τοῦ ἀναμίγνυσθαι καὶ μάττεσθαι καὶ βάπτεσθαι κατὰ μίαν οὐσίαν τῆς συνουσιώσεως γινομένην τῆς κράσεως· μίξις δὲ παντὸς καὶ πάσης καθ' ὑγρὰς καὶ ἐν ὑγροῖς γίνεται, ὡς καὶ καταπλυνόμενα μετάγεσθαι λέγεται, ἢ πηλὸς, ὁμοίως καὶ ὡσαύτως ἢ λίνα καὶ μετάξια λευκαινόμενα. Διὸ καὶ Ὀλυμπιόδωρος γράφει· «Ἐν τοῖς ὑγροῖς ἐπιστεύθη τὸ μυστήριον τῆς χρυσοποιΐας, διὰ ῥείθρων καὶ ῥευμάτων καὶ πλύνσεως τῆς καλουμένης ταριχείας καὶ ἀσκήσεως τὴν τοῦ μυστηρίου οἰκονομουμένην τελευτήν. Ταριχεία δὲ εἴρηται ἐκ τοῦ τὰ ῥεῖθρα χέειν καὶ ἀνάπτειν καὶ ἐπισυνυπακούειν ταῖς πλύνσεσιν δηλούσης ὅτι κατὰ τὰς πλύνσεις τὰ ῥεῖθρα χύνεται, ἵνα καθαίρηται τὸ σύνθημα ἐκ τῆς ἀσκήσεως τοῦ φιαλοβωμοῦ.» Ὁ Δημόκριτός φησι πρὸς τὸν βασιλέα· «Εἰ μὴ τὰς οὐσίας καταμάθῃς καὶ τὰς οὐσίας κεράσῃς, καὶ τὰ εἴδη νοήσῃς, καὶ τὰ γένη συνάψῃς τοῖς γένεσιν, εἰς μάτην τοῦ κόπου ἐπιχείρισας, ὦ βασιλεῦ.»