Ancient Greek
Volume 2
Fragmenta Alchemica, Περὶ τοῦ λίθου τῶν φιλοσόφων (e cod. B.N. gr. 2327, fol. 216r) 2.449
Not analysed yet
Καὶ ὁ Ζώσιμός φησιν· «Αὐτὸ γὰρ τὸ μυστήριον τῆς χρυσοβαφῆς· σώματα ὄντα, πνεύματα γίνονται, ἵνα ἐν τῇ καταβαφῇ τοῦ πνεύματος βάψει»· ἤγουν τὰ σώματα κατὰ τὴν σύγκρασιν τοῦ μολιβδοχάλκου, ὑδραργύρῳ κατηγλαϊσμένα πνεύματα γίνονται· ἀνθ' ὧν καὶ πρότερον ἐξυδατοῦνται καὶ καθέψηται διὰ ῥεύσεως τῆς κατ' αὐτὸ ταριχείας, καὶ ἀσκήσεως μεταβολῆς, καὶ ἐξαλλοιοῦνται ἐκ τοῦ σώματος. Πέφυκεν γὰρ εἰς ἀσώματα ὑπερφυῶς ἐπὶ τὸ χρύσοπτον πάντα γίνεται. Ὁ δὲ Ὀλυμπιόδωρός φησιν· «Χαλκομόλιβδος αἰτήσιος λίθος· ἑξῆς οὖν ὁμορρευστήσαντα ποιεῖ τούτοις τὴν διὰ πυρός· τὸ δὲ μόλιβδος περιδίδοται, καὶ τοῦτο τοῦ πυρός». Τὸ γὰρ «ἐξίσου ὁμορρευστήσαντα» οὐχ ὕλης προσθήκην ἐπέβαλεν, ἀλλὰ τὴν τῆς ὕλης ῥεῦσιν, ὅτι τῶν τριῶν ἅμα κατ' αὐτῶν γινομένων ῥεῦσαι ποιεῖν δεῖ· καὶ πρότερον τὸ ἐξίσου συγκείμενον· καὶ ὅτι οὐχὶ τὸ μὲν ἓν ῥεῦσαι ποιεῖν χρὴ ἢ τὰ δύο μόνα, ἀλλ' ἐξίσου ὁμοῦ τὰ τρία ἐν μιᾷ συγκράσει γινόμενα. Τὸ δὲ «ὁμορρευστήσαντα» δηλοῖ τὸ ἅμα ἑξῆς δῆ ποιεῖν ῥεῦσαι. Λίθος δὲ καλεῖται διὰ τὸ λιτὴν ποιεῖ τὴν αὐτοῦ περιουσίαν· οὐ γὰρ κατ' αὐτοῦ μένουσα ἡ φύσις τοῦ ὕδατος τοῦ θείου δρᾶν τι δύναται, ἀλλὰ μετάλλων συντεθειμένων τῶν τὴν σύνθεσιν ἐχόντων εἰς συνουσίαν, τοῦτο ποιεῖν καὶ τὰ μεγάλα ταῦτα ἐργάζεται. Ἔοικε γὰρ τὰ στερεὰ σύνθετα εἶναι, καὶ εἰ μὴ ταῦτα συμπλακῇ τοῖς ὑγροῖς, οὐδὲν δύναται ποιεῖν, ὁμορρευστὴ δὲ τὰ χρύσοπτα πάντα ποιεῖν· αὐτὰ γὰρ