Ancient Greek · ~2 min
Volume 2
Fragmenta Alchemica, Συμπέρασμα τῆς ποιήσεως (e cod. Venet. Marc. 299, fol. 101r) 2
Not analysed yet
ΣΥΜΠΕΡΑΣΜΑ ΤΗΣ ΠΟΙΗΣΕΩΣ Ἐγὼ δὲ τοὺς πόνους πάντων ἀποδεξάμενος, ἔλεγον μὴ μάτην εἰρηκέναι Ζώσιμον Θεοσεβείᾳ γράφοντα· «Μέγας γὰρ διδάσκαλος πεῖρα τοῖς ἐχέφροσιν ἐκ τῶν ἀναδεικνυμένων, ἀεὶ μηνύουσα τὰ συμ- φέροντα. Οὗτός ἐστιν ὁ περὶ τῆς ἀσβέστου λόγος τῆς παγκράτου τιτάνου, τῆς ἀηττήτου καὶ μόνης ἀφελεστάτης, ἣν ὁ εὑρὼν ἄνωθεν νικήσει μεθόδῳ τὴν ἀνίατον πενίαν νόσον. Ἔρρωσθε, φίλοι καὶ δοῦλοι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.