Ancient Greek
Volume 2
Fragmenta Alchemica, Ποίησις κρυσταλλίων (e cod. Venet. Marc. 299, fol. 116r) 2.348
Not analysed yet
ΠΟΙΗΣΙΣ ΚΡΥΣΤΑΛΛΙΩΝ Λαβὼν ὠὰ ὅσα θέλεις, πλύνον μετὰ ὑδράλμης, καὶ ἀποσπόγγισον· καὶ πάλιν πλύνον μετὰ ὑδρονίτρου, καὶ τότε κλάσας, χώρισον τὰ ὄστρακα ἀπὸ τῶν ὑμένων αὐτῶν, καὶ τὰ κροκὰ παρὰ μίαν, καὶ τὸ λευκὸν παρὰ μίαν· καὶ σφάξας ὀρνίθια μαῦρα καὶ λαβὼν τὸ αἷμα, καὶ βαλὼν αὐτὸ εἰς ἐργαλεῖον, ἀνάσπασον ἀπ' αὐτοῦ τὸ ὕδωρ, θέλῃς ὑπὸ μαλθακοῦ πυρὸς, θέλῃς ὑπὸ ἀκαύστου πυρός. Καὶ φύλαξον αὐτοῦ τὸ κατόχημα καὶ τὸ ὕδωρ· καὶ ἐὰν φέρῃ καὶ ἔλαιον, καὶ ἔχε αὐτὰ εἰς σκιάν. Τὸ δὲ λευκὸν τοῦ ᾠοῦ καὶ αὐτὸ ἀνάσπασον διὰ πυρὸς, καὶ λάβε καὶ αὐτοῦ τὸ ὕδωρ καὶ τὸ ἔλαιον, καὶ ἔχε καὶ αὐτὰ παρὰ μίαν,