Ancient Greek
Volume 2
Fragmenta Alchemica, Ποίησις κρυσταλλίων (e cod. Venet. Marc. 299, fol. 116r) 2.349
Not analysed yet
καὶ τὸ κατόχημα ὁμοῦ ἔχων καὶ αὐτὰ εἰς σκιάν. Τὰ δὲ ὄστρακα σὺν τῶν ὑμένων τρίψας, καὶ βαλὼν εἰς δύο χωνία· καὶ χρίσας πηλῷ ἐντρίχῳ καὶ ψύξας, καῦσον εὐτόνως ὑπὸ ἀσκοφυσίων δύο, μέχρις ἂν ἀποκαχλάσωσιν, καὶ οὐκέτι ἀκούῃς τὸν καχλασμὸν αὐτῶν· ἐπὰν γὰρ διαγελάσῃ ἔσωθεν, ἔπαυσεν ὁ καχλασμὸς, καὶ ὡς ἐκ τούτου γνώσῃ ὅτι ἐψήθη, καὶ ἔασον αὐτὸ οὕτως ψυχρανθῆναι, καὶ κατάπαυσαι ἐν τῇ καμίνῳ· καὶ μετὰ τοῦτο κλάσας, εὑρήσεις ὕελον πράσινον. Ὁμοῦ λαβὼν καὶ τὸ κατόχημα τοῦ λευκοῦ καὶ αὐτὸ βαλὼν εἰς δύο χωνία, καὶ ἐμπλάσας, καῦσον καὶ αὐτὰ ὁμοῦ, καὶ εὑρήσεις κίτρινον ὕελον, τὸ λεγόμενον βερονίκη. Τὰ δὲ κροκὰ <λαβὼν> καὶ αὐτῶν τὰ κατοχήματα βαλὼν εἰς δύο χωνία, καὶ καύσας, εὑρήσεις ὕελον ἄσπρον. Ὁμοῦ δὲ καὶ τὰ κατοχήματα τοῦ αἵματος καύσας, ὁμοῦ εὑρήσεις ὔελον βένετον, τὸν λεγόμενον κυανόν. Ἐπὰν δὲ τὴν τετρασωμίαν ταύτην καύσῃς οὕτως παρὰ μίαν, καὶ παρὰ μίαν καὶ ποιήσῃς αὐτὰ ὑέλια, ἀπὸ τότε ἰσοστάθμισον τὰ ὅλα καὶ σύμμιξον καὶ συλλείωσον· καὶ βαλὼν αὐτὰ ὁμοῦ εἰς δύο χωνία, τουτέστιν ἐπάνω καὶ ὑποκάτω, χώνευσον. Τὰ γὰρ πάντα πρὶν γοργοτέρως ἔχουσιν καῆναι. Καὶ ἐπὰν ἀποκαχλάσωσιν καὶ διαγελάσωσιν, ἔασον πέψαι τὸ ἔργον καὶ ψυχρανθῆναι· καὶ ἀπὸ τότε ἔκβαλε καὶ τρίψον αὐτὸ ψιλόν· καὶ τότε φέρε τὰ ἔλαια τῶν ὅλων σωμάτων, καὶ σύμμιξον αὐτὰ, καὶ πότισον αὐτὰ, ποιῶν τὸ σύνθεμα ὥσπερ ζυμὴν παχεῖαν, συλλεαίνων τὸ ἔλαιον μετὰ τῶν ὑελίων, ἤγουν τῶν σωμάτων ἐκείνων.