Ancient Greek
Volume 2
Fragmenta Alchemica, Βαφὴ τοῦ ἰνδικοῦ σιδήρου γραφεῖσα ἀπὸ ἀρχῆς Φιλίππου (e cod. Venet. Marc. 299, fol. 118v) 2.347
Not analysed yet
ΒΑΦΗ ΤΟΥ ΙΝΔΙΚΟΥ ΣΙΔΗΡΟΥ, ΓΡΑΦΕΙΣΑ Τῼ ΑΥΤῼ ΧΡΟΝῼ. Λαβὼν σιδήρου ἁπαλοῦ λίτρας δʹ, κατάτεμε εἰς μικρὰ μέρη· καὶ λαβὼν φλοιὸν φοινικοβαλάνου τοῦ λεγομένου ἐλιλέγ ἐν Ἀράβοις, σταθμὸν μιλ ιεʹ, καὶ σταθμὸν μιλ δʹ βελιλὲγ ὁμοίως κεκαθαρμένου ἀπὸ τῶν ἐντὸς, ἤτοι τὸν φλοιὸν μόνον, καὶ ἀμβλὰγ ὁμοίως κεκαθαρμένου μιλ δʹ· καὶ μαγνησίας ὑελουργικῆς ἀνωτέρας θηλυκῆς μιλ βʹ, κόψον ὁμοῦ πάντα μὴ πάνυ λεπτῶς, καὶ πρόσμιξον ταῖς δʹ λίτραις τοῦ σιδήρου· καὶ βάλε εἰς χώνην· καὶ ἴσασον τὸν τόπον τῆς χώνης πρὸ τῆς ἐκκαύσεως· εἰ γὰρ μὴ οὕτως ποιήσεις, ὥστε μὴ κινεῖσθαι αὐτὴν τῇδε κἀκεῖσε, ἀνάγκη ὑφιστάσαι ἐν τῇ χωνείᾳ. Εἶτα μετὰ τοῦτο ἐπίβαλλε τὰ κάρβωνα, καὶ ὄξυνον τὴν χώνην, ἕως λυθῇ ὁ σίδηρος, καὶ ἑνωθῶσιν αὐτῷ τὰ εἴδη. Χρῄζουσι δὲ αἱ τέσσαρες λίτραι τοῦ σιδήρου. καρβώνων λίτρας ρʹ.