Ancient Greek
Volume 2
Fragmenta Alchemica, Βαφὴ τοῦ ἰνδικοῦ σιδήρου γραφεῖσα ἀπὸ ἀρχῆς Φιλίππου (e cod. Venet. Marc. 299, fol. 118v) 2.348
Not analysed yet
Πρόσεχε δὲ ὅτι, ἐὰν ἔστιν ὁ σίδηρος ἁπαλώτερος, οὐ χρῄζει τὴν μαγνησίαν, ἀλλὰ μόνα τὰ λοιπὰ εἴδη. Ἡ γὰρ μαγνησία ξηραίνει αὐτὸν εἰς ὑπερβολὴν, καὶ γίνεται θρυπτός. Εἰ δέ ἐστιν ἁπαλὸς, χρεία αὐτῆς μόνον, ἵνα ἔστιν ἀνωτέρα· Αὕτη γὰρ τὸ πᾶν ἀπεργάζεται. Αὕτη ἐστὶν ἡ πρώτη καὶ βασιλικὴ ἐργασία, ἣν ἐπιτηδεύονται σήμερον, ἐξ ἧς καὶ τὰ θαυμάσια ξίφη τεκταίνονται. Ηὑρέθη δὲ ὑπὸ τῶν Ἰνδῶν, καὶ ἐξεδόθη Πέρσαις, καὶ παρ' ἐκείνων ἦλθεν εἰς ἡμᾶς.