Ancient Greek · ~2 min
Volume 2
Fragmenta Alchemica, Στάκτης ποίησις (e cod. Venet. Marc. 299, fol. 162v) 2.372
Not analysed yet
ΣΤΑΚΤΗΣ ΠΟΙΗΣΙΣ Τέφρας ξύλων τῶν σῶν μόδια δʹ μερίζονται εἰς δύο γαστέρας τετρυπημένας ἀπ' ἄκρων. Περὶ δὲ τὴν τρύπην ἔσωθεν τὴν λεπτὴν ὑποτίθει χορτάριον ὀλίγον, ἵνα μὴ ἀποφράξῃ τὴν τρύπην ἡ τέφρα. Καὶ ἐν μιᾷ τῶν γαστερῶν ὕδατος γέμισον· καὶ τῆς γαστέρας τὸ ἀπόσταγμα λάβε τὸ γενόμενον ἐν τῇ νυκτὶ πάσῃ, καὶ ἐπίβαλλε εἰς τὴν δευτέραν γαστέραν· καὶ τότε <τὸ> ἀπ' ἐκείνης στάξαν ἔχε. Καὶ βαλὼν πάλιν ἄλλην τέφραν, ἀποσείρου· καὶ γίνεται ὡς νάρδον χρυσίζον. Ἐπάγαγε ἐπὶ τὴν τετάρτην γαστέρα· καὶ γίνεται δριμὺ καὶ ἰσχυρόν· καὶ αὕτη ἡ μερικὴ στάκτη.