Ancient Greek · ~5 min
Volume 2
Fragmenta Alchemica, Στάκτης ποίησις (e cod. Venet. Marc. 299, fol. 162v) 2.373
Not analysed yet
Τινὲς δὲ τὴν καθολικὴν ἐποίησαν, προσβάλλοντες ἄσβεστον θειώδη καὶ φέκλην, καὶ στυπτηρίαν, καὶ τὰ ἑξῆς. Καὶ μᾶλλον οὕτως εἰργάσαντο αἱ τῶν ὑδάτων θείων (?)αὗται λευκὸν ὕδωρ· εἰς δὲ τοὺς Μο Μο λύσαντες τῆς ζύθου πολλῆς, καὶ ὁπῶν δενδρικῶν συκαμίνου, καὶ συκῆς καὶ καλπάσου, καὶ βοτανῶν ἀπὸ τιθυμάλου, αἵματος τραγείου καὶ ζύμης τῆς αὐτῶν. Ἐν δὲ τῇ βαφῇ τῶν κρυστάλλων, εὐθέως ἐπιβάλλεται χρωϊζόμενον· ὕστερον γὰρ ἐτήρησε τὸ μέλι καὶ τὸ ἔλαιον καὶ τὸ βάλσαμον. Ἵνα μὴ ἐν τῇ στάκτῃ ὑπὸ τῆς τέφρας ἀναλωθῇ, τινὲς ὄξος ἔβαλλον, ἄλλοι καὶ οὖρον· ἄλλοι ὕδωρ τινὲς ἀποστάξαντες πάντα ἰδίως ἔμιξαν, καὶ κάλλιον ἐποίησαν, ἢ οὔρῳ καὶ ὄξει ποιήσαντες· καὶ τὸ ὅλον ἔφησαν στάκτην. Τινὲς τούτῳ τῷ ὕδατι τὰς οἰκείας βοτάνας βαλόντες καὶ ζυμῶσαι καλέσαντες, κρόκον καὶ ἐλύδριον καὶ μηλέας φύλλα καὶ τὰ ὅμοια λειώσαντες ὄξει νίτρῳ. Ἄλλοι καὶ στυπτηρίαν καὶ μύσι ὀπτὸν καὶ κυανὸν καὶ ὕδωρ θεῖον· καὶ ποιήσαντες μάζαν, καὶ μετὰ τὸ συνιδρῶσαι καὶ τὸ ζωμῶσαι, ἐχάλασαν εἰς τὸ ξανθὸν ὕδωρ καὶ ἥψησαν τὸ σύνθεμα, ὕστερον κεράσαντες μέλιτι καὶ βαλσάμῳ καὶ ὄξει· ἐν δὲ τῇ λειώσει οὕτως καὶ ἐν τῷ ὄξει ὀλίγον ζύμης δριμυτέρας καὶ μοσχίου χολήν. Τινὲς καὶ σκόρδα καὶ κρόμμυα ἔβαλον. Ἔνθεν διδάσκει ὅτι τὰ φεύγοντα τοῖς μὴ φεύγουσι μιγέντα βάπτει τὴν ψυχροβαφήν.