Ancient Greek
Volume 2
Fragmenta Alchemica, Οἰκονομία τῆς ἀσβέστου (e cod. Venet. Marc. 299, fol. 99v) 2.280
Not analysed yet
ΑΛΛΗ ΟΙΚΟΝΟΜΙΑ ΤΗΣ ΑΣΒΕΣΤΟΥ Ἔνιοι δὲ ξανθὸν βαλόντες ὕδωρ ἐν ταῖς ἰώσεσιν ἢ λευκὸν κατὰ φύσιν ἅπαξ ἀνασπάσαντες ἠρκέσθησαν αἰθάλαις αἰθαλῶν, τὴν πρώτην καὶ τὴν δευτέραν μετὰ τὴν ἴωσιν κρίναντες. Ἔλεγεν γὰρ ὅτι οὐ τὸ πολλάκις ἀνάγεσθαι χαρίζεται τοῖς ὑγροῖς τὸν κάτοχον καὶ τὴν εἴσκρισιν, ἀλλ' ἡ τῶν σωμάτων συμπλοκὴ, καὶ ἡ τῶν ὀργάνων ἰδιότης, καὶ ἡ διὰ τῆς κηροτακίδος διαφορὰ, καὶ ἡ ποσότης τῶν ἡμερῶν ἐν τῇ σήψει.