Ancient Greek
Volume 2
Fragmenta Alchemica, Οἰκονομία τῆς ἀσβέστου (e cod. Venet. Marc. 299, fol. 99v) 2.281
Not analysed yet
Συμβαίνει δὲ τὸν ἰόχαλκον ταῖς πολλαῖς αἰθάλαις μὴ μόνον μελαίνεσθαι τῇ τῶν στερεῶν σωμάτων χροιᾷ βαπτόμενον, ἀλλ' ἔσθ' ὅτε καὶ δαπανᾶσθαι τελείως. Τοῦτο δὲ οἱ τελέσαντες παραχρῆμα ἑτέραις αἰθάλαις ὁμοχρώοις τῆς κινναβάρεως συνέμιξαν καὶ ἀπέθηκαν· ἡ αἰθάλη τῆς ὑδραργύρου αἰθάλῃ μιγεῖσα παραμονιμώτερον τηρεῖ τὸ ποίημα τῆς ὑδραργύρου· καὶ πάλιν τάχα οὖν ὑπὸ ἑτέρας τῆς φύσεωσνεφέλης κατέχεται.