Ancient Greek
Edition urn:cts:greekLit:tlg1379.tlg006.local001
Fragmenta Alchemica, Fragmentum alchemicum (P. Leid. 5) 001
Not analysed yet
Ἴωσις χρυσοῦ. λαβὼν ὄξος δρίμυ στύψον καὶ ἔχε τὸ ἅ[μα] ἁλὸς κοινοῦ 𐅻ηʹ, στυπτηρ[ί]ας σχιστῆς 𐅻βʹ, λιθαργύρου 𐅻δʹ, συνλείου τῷ ὄξει κ[αθ' ἡ]μέρας γʹ καὶ ἀποσειρώσας χρῶ. εἶτα πρόσβαλε τῷ ὄξει χαλκάνθου 𐅻αʹ, μ[ίσυος] ἡμιοβέλιον, χαλκίτεως ηʹ, σώρεως ὀβολὸν ἡμιοβέλιον, ἁλὸς κοινοῦ κερά[τιον, καπ]παδοκικοῦ κεράτια βʹ. ποιήσας πέταλον ἔχον τετάρτας βʹ, πυρώσας βάπ[τε τρ]ίς ἕως λακηθῇ τὸ πέταλον· εἶτα ἄρας τὰ λακήματα ἔχε ὡς ἐξίωσιν τοῦ χρυς[οῦ.] Ὀζεία. λαβὼν χρυσοῦ τετάρτας <βʹ> ποίησον πέταλον καὶ πυρώ[σα]ς βάψον εἰς χάλκανθον τετριμμένην μετ' ὕδατος καὶ ἄλλην ξηρὰν κόψα[ς καὶ βά]πτων τῷ ξηρῷ ἄλλοτε τῷ μεμιγμένῳ ἀπόχυε τὸν ἰὸν καὶ βάλε εἴ[σω]