Ancient Greek · ~8 min
Chapter 2
Gaius Romanus, Fragmenta 2.Ex eodem Opere.-2
Not analysed yet
Γραφὰς μὲν θείας ἀφόβως ῥεραδιουργήκασι· πίστεως δὲ ἀρχαίας κανόνα ἠθετήκασι· Χριστὸν δὲ ἠγνοήκασιν· οὐ τί αἱ θεῖαι λέγουσι γραφαὶ ζητοῦντες, ἀλλ’ ὁποῖον σχῆμα συλλογισμοῦ εἰς τὴν τῆς ἀθεότητος εὑρεθῇ σύστασιν, φιλοπόνως ἀσκοῦντες· κἄν αὐτοῖς προτείνῃ τὶς ῥητὸν γραφῆς θεϊκῆς, ἐξετάζουσι πότερον συνημμένον ἢ διεζευγμένον δύναται ποιῆσαι σχῆμα συλλογισμοῦ. καταλιπόντες δὲ τὰς ἁγίας τοῦ Θεοῦ γραφὰς, γεωμετρίαν ἐπιτηδεύουσιν· ᵇὡς ἂν ἐκ τῆς γῆς ὄντες καὶ ἐκ τῆς γῆς λαλοῦντες, καὶ τὸν ἄνωθεν ἐρχόμενον ἀγνοοῦντες. Εὐκλείδης γοῦν παρά τισιν αὐτῶν φιλοπόνως γεωμετρεῖται· Ἀριστοτέλης δὲ καὶ Θεόφραστος θαυμάζονται· Γαληνὸς γὰρ ἴσως ὑπό τινων καὶ προσκυνεῖται. οἱ δὲ ταῖς τῶν ἀπίστων τέχναις εἰς τὴν τῆς αἱρέσεως αὐτῶν γνώμην ἀποχρώμενοι, καὶ τῇ τῶν ἀθέων πανουργίᾳ τὴν ἁπλῆν τῶν θείων γραφῶν πίστιν καπηλεύοντες· ὅτι μηδὲ ἐγγὺς πίστεως ὑπάρχουσι, τί δεῖ καὶ λέγειν; διατοῦτο ταῖς θείαις γραφαῖς ἀφόβως ἐπέβαλον τὰς χεῖρας, λέγοντες αὐτὰς διωρθωκέναι. καὶ ὅτι τοῦτο μὴ καταψευδόμενος αὐτῶν λέγω, ὁ βουλόμενος δύναται μαθεῖν. εἰ γάρ τις θελήσει συγκομίσας αὐτῶν ἑκάστου τὰ ἀντίγραφα ἐξετάζειν πρὸς ἄλληλα, κατὰ πολὺ ἂν εὕροι διαφωνοῦντα. ἀσύμφωνα γοῦν ἔσται τὰ Ἀσκληπιάδου τοῖς Θεοδότου. πολλῶν δέ ἐστιν εὐπορῆσαι, διὰ τὸ φιλοτίμως ἐγγεγράφθαι τοὺς μαθητὰς αὐτῶν τὰ ὑφ’ ἑκάστου αὐτῶν ὡς αὐτοὶ καλοῦσι κατωρθωμένα, τουτέστιν ἠφανισμένα. πάλιν δὲ τούτοις τὰ Ἐρμοφίλου οὐ συνᾴδει· τὰ γὰρ Ἀπολλωνίδου οὐδὲ αὐτὰ ἑαυτοῖς ἐστὶ σύμφωνα. ἔνεστι γὰρ συγκρῖναι τὰ πρότερον ὑπ’ αὐτῶν κατασκευασθέντα, τοῖς ὕστερον πάλιν ἐπιδιαστραφεῖσι, καὶ εὑρεῖν καταπολὺ ἀπᾴδοντα. ὅσης δὲ τόλμης ἐστὶ τοῦτο τὸ ἁμάρτημα, εἰκὸς μηδὲ ἐκείνους ἀγνοεῖν. ἢ γὰρ οὐ πιστεύουσιν ἁγίῳ πνεύματι λελέχθαι τὰς θείας γραφὰς, καὶ εἰσὶν ἄπιστοι· ἢ ἑαυτοὺς ἡγοῦνται σοφωτέρους τοῦ ἁγίου πνεύματος ὑπάρχειν· καὶ τί ἕτερον ἢ δαιμονῶσιν; οὐδὲ γὰρ ἀρνήσασθαι δύνανται ἑαυτῶν εἶναι τὸ τόλμημα, ὁπόταν καὶ τῇ αὐτῶν χειρὶ ᾖ γεγραμμένα· καὶ παρ’ ὧν κατηχήθησαν μὴ τοιαύτας παρέλαβον τὰς γραφάς· καὶ δεῖξαι ἀντίγραφα, ὅθεν αὐτὰ μετεγράψαντο, μὴ ἔχωσιν. ἔνιοι δὲ αὐτῶν οὐδὲ παραχαράσσειν ἠξίωσαν αὐτὰς, ἀλλ’ ἁπλῶς ἀρνησάμενοι τόν τε νόμον καὶ τοὺς προφήτας· ἀνόμου καὶ ἀθέου διδασκαλίας προφάσει χάριτος· εἰς ἔσχατον ἀπωλείας ὄλεθρον κατωλίσθησαν. Attulit Eusebius ibid.