Ancient Greek · ~5 min
Chapter 2
Gaius Romanus, Fragmenta 2.Ex eodem Opere.
Not analysed yet
Ὑπομνήσω γοῦν πολλοὺς τῶν ἀδελφῶν πρᾶγμα ἐφ’ ἡμῶν γενόμενον· ὃ νομίζω ὅτιᵃ εἰ ἐν Σοδόμοις ἐγεγόνει, τυχὸν ἂν κᾀκείνους ἐνουθέτησε. Νατάλιος ἦν τὶς ὁμολογητὴς οὐ πάλαι, ἀλλ’ ἐπὶ τῶν ἡμετέρων γενόμενος καιρῶν. οὗτος ἠπατήθη ποτὲ ὑπὸ Ἀσκληπιοδότου (for. Ἀσκληπιάδου. vid. notam) καὶ ἑτέρου Θεοδότου τινὸς τραπεζίτου· ἦσαν καὶ οὗτοι ἄμφω Θεοδότου τοῦ σκυτέως μαθηταὶ, τοῦ πρώτου ἐπὶ ταύτῃ τῇ φρονήσει, μᾶλλον δὲ ἀφροσύνῃ, ἀφορισθέντος τῆς κοινωνίας ὑπὸ Βίκτορος ὡς ἔφην τοῦ τότε ἐπισκόπου. ἀνεπείσθη δὲ ὁ Νατάλιος ὑπ’ αὐτῶν ἐπὶ σαλαρίῳ ἐπίσκοπος κληρωθῆναι ταύτης τῆς αἱρέσεως, ὥστε λαμβάνειν παρ’ αὐτῶν μηνιαῖα δηνάρια ἑκατὸν πεντήκοντα. γενόμενος οὖν σὺν αὐτοῖς, δι’ ὁραμάτων πολλάκις ἐνουθετεῖτο ὑπὸ τοῦ Κυρίου. ὁ γὰρ εὔσπλαγχνος Θεὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οὐκ ἐβούλετο ἔξω ἐκκλησίας γενόμενον, ἀπολέσθαι μάρτυρα τῶν ἰδίων παθῶν. ἐπεὶ δὲ ῥαθυμότερον τοῖς ὁράμασι προσεῖχε, δελεαζόμενος τῇ τε παρ’ αὐτοῖς πρωτοκαθεδρίᾳ, καὶ τῇ πλείστους ἀπολλυούσῃ αἰσχροκερδείᾳ, τελευταῖον ὑπὸ ἀγίων ἀγγείων ἐμαστιγώθη, δι’ ὅλης τῆς νυκτὸς οὐ σμικρῶς αἰκισθείς· ὥστε ἕωθεν ἀναστῆναι, καὶ ἐνδυσάμενον σάκκον, καὶ σποδὸν καταπασάμενον, μετὰ πολλῆς σπουδῆς καὶ δακρύων προσπεσεῖν Ζεφυρίνῳ τῷ ἐπισκόπῳ, κυλιόμενον ὑπὸ τοὺς πόδας οὐ μόνον τῶν ἐν τῷ κλήρῳ, ἀλλὰ καὶ τῶν λαϊκῶν· συγχέαι τε τοῖς δάκρυσι τὴν εὔσπλαγχνον ἐκκλησίαν τοῦ ἐλεήμονος Χριστοῦ· πολλῇ τε τῇ δεήσει χρησάμνον, δείξαντά τε τοὺς μώλωπας ὧν εἰλήφει πληγῶν, μόλις κοινωνηθῆναι. Attulit haec Eusebius ibid.