Ancient Greek
240.1
Gaius Suetonius Tranquillus, Περὶ βλασφημιῶν καὶ πόθεν ἑκάστη 240.1
Unproofread scanNot analysed yet
πρώτον Φαίνοντα λεγόμενον, τὸν τοῦ Κρόνου· δεύτερον Φαέθοντα, τὸν τοῦ Διός· τρίτον Πυροῖντα, τὸν τοῦ Ἄρεος· τέταρτον Ἑωφόρον, τὸν τῆς Ἀφροδίτης· πέμπτον Σελίβοντα, τὸν τοῦ Ἑρμοῦ· ἕκτον Ἥλιον· ἕβδομον Σελήνην. Τῶν Μαθηματικῶν τινες μὲν ὡς Πλάτων· τινὲς δέ, μέσον πάντων τὸν Ἥλιον. Ἀναξιμάνδρος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Κράτης, ἄνωτάτω μὲν πάντων τὸν Ἥλιον τεταχθαι, μετ’ αὐτὸν δὲ τὴν Σελήνην, ὑπὸ δ’ αὐτῶν τὰ ἀπλανῆ τῶν ἀστρῶν καὶ τοὺς πλανήτας. 32. Περὶ ἐνιαυτοῦ, πῶς ἕκαστον τῶν πλανωμένων· καὶ τίς ὁ μέγας ἐνιαυτός. Ἐνιαυτὸς ἐστὶ Κρόνον μὲν ἐνιαυτῶν περίοδος λ’. Διὸς δὲ ιβ’. Ἄρεος δυεῖν· Ἡλίου ιβ’ μῆνες· οἱ δ’ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης· ἰσόδρομοι