Ancient Greek
347.1.23 to 347.1.32
Gaius Suetonius Tranquillus, Περὶ βλασφημιῶν καὶ πόθεν ἑκάστη 347.1.23-32
Unproofread scanNot analysed yet
ἐν μέντοι γε τοῖς κύβοις, ὅπου τὸ δυσκυβεῖν τε καὶ εὐκυβεῖν ὀνομάζεται καὶ πον καὶ τὸ δυσβολον καὶ εὐβολον εἶναι, ἰστίον ὅτι κύβος αὐτὸ τε τὸ βαλλόμενον καλεῖται, καὶ ἢ ἐν αὐτῷ κοιλότης, τὸ σημείον, ὁ τύπος, ἢ γραμμῆ, τὸ δηλοῦν τὸν ἀριθμὸν τῶν βληθέντων· καὶ μάλιστα ἢ γε μὴν ἢ ἐν αὐτοῖς ὄνομα εἶχε κύβος καλεῖσθαι, καθάπερ καὶ ὁ παροιμιώδης λόγος μηνύειν ἔοικεν, ἢ τρὶς ἐξ ἢ τρεῖς κύβοι. τῷ τρυπηματὶ δὲ τούτῳ, ὃν κύβον παρῳνομάζθαι φαμέν, ἀργυρίον τινὰ ἀριθμὸν ἐπισημίζαντες καθ' ἑκάστην μονάδα διηρημένην, δραχμὴν ἢ στατῆρα ἢ μνὰν ἢ ὁποσονοῦν, ἐπαιζον τὴν πλειστοβολύνδα καλουμένην παιδίαν· ὁ δ' ὑπερβαλλόμενος τῷ πλήθει τῶν μονάδων ἐμελλεν ἀναιρήσεσθαι τὸ ἐπιδιακείμενον ἀργύριον· ἐν δὲ τῇ Ἀμειλίου Σφενδόνῃ ὁ τε τρόπος δεδηλώσται τῆς κυβείας καὶ προσείρηται ὅτι εἴη τὸ τρήμα μναῖον, ὡς μνὰν αὐτῶν ἐπιδιατεθειμένων ἑκάστῳ κύβῳ. παρὰ δὲ τοῖς Ἀωριεύσιν οἱ ταύτῃ τῃ παιδίᾳ χρώμενοι τρηματίζεται τὴν προσηγνορίαν εἶχον, καὶ τρηματίζειν τὸ πράγμα. σκιαφασία δὲ τὰ κυβευτήρια ὀνομασθῆ, διότι μάλιστα Ἀθῆνησι ἐνκύβευον ἐπὶ σκιφῷ ἐν τῷ τῆς σκιαφδος Ἀθηνᾶς νεῷ. τὰ μὲν οὖν ἐγαλεῖα τὰ κυβευτικά ἐν τοῖς περὶ τεχνῶν ἐστι προειρημένα (cf. VII 203 sqq.) . τὸ δὲ πεττεῖν καὶ ἢ πεττεία καὶ τὸ πεσσονομεῖν καὶ ὁ πεττευτής, καὶ ταῦτα μὲν ἐπ' ἐκείνοις προείρηται, ἐπειδή δὲ ψήφοι μὲν εἰσιν οἱ πεττοί, πέντε δ' ἑκάτερος τῶν παιζόντων εἶχεν ἐπὶ πέντε γραμμῶν, εἰκὸς ὡς εἴρηται Σοφοκλεῖ καὶ πεσσὰ πεντέγραμμα καὶ κύβων βολαί.