Ancient Greek
350.9
Gaius Suetonius Tranquillus, Περὶ βλασφημιῶν καὶ πόθεν ἑκάστη 350.9
Unproofread scanNot analysed yet
1 sqq. Eustathius II. VI 169: γράμμα γραμμή, οὐ μόνον ἡ ἐν μαθήμασιν, ἀλλὰ καὶ ὁποίας ἐπαύχον οἱ κυβεύοντες, ὧν μία τις μέση γραμὴ ὠνομάζετο ἱερά, ἐπειδὴ ὁ ἠττώμενος ἐπ’ ἐσχάτην αὐτὴν ἕ· το· ὅθεν καὶ παροιμία κινεῖν τὸν ἀφ’ ἱερᾶς ἐπὶ τῶν ἐν ἀπογνώσει δεομένων βοηθείας ἐσχάτης. χρήσις δὲ ταύτης καὶ παρὰ Σώφρονι ἐν τῷ· κινήσω δ’ ἤδη καὶ τὸν ἀφ’ ἱερᾶς. ἔνθα λείπει τὸ· πεσσὸν ἢ λίθον. Ἄλκαιος οὖν ἐκ πλήθους ἔφη τὸ· κινησας τὸν πήρας πυκινὸν λίθον, καμινευσάμενος ἐκεῖνος καὶ ἀντὶ τοῦ ἱερᾶς ὡς ἐν παρόδῳ γράφας τὸ πήρας. Θεόκριτος δὲ ἐν τῷ· καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον, ἰδίως τῇ ἑλλείψει χρήται, παραπέμφας, φασίν, ἤγοον σιωπήσας τὴν ἱερὰν. δοκεῖ δὲ παρὰ τὸ γράμμα καὶ ῥῆμα εἶναι γραμμίξειν, ἀφ’ οὗ παιδιὰ τις ὁ διαγραμμαρισμός, ἐγένετο δέ, φασιν, αὐτὴ κυβείας οὖσα εἶδος διὰ τῶν ἐν πλινθίοις ψήφων ἐξήκοντα λευκῶν τε ἄμα καὶ μελανῶν. χρήσις τοῦ παιγνίου τοῦδε παρὰ Φιλήμονι ἐν τῷ· μεθύνει διαγραμμαρίζει κυβεύει. cf. Pollux VIII 99.