Ancient Greek
351.5
Gaius Suetonius Tranquillus, Περὶ βλασφημιῶν καὶ πόθεν ἑκάστη 351.5
Unproofread scanNot analysed yet
δῶν· αἱ δὲ ἀπὸ τινων συμβεβηκότων ἤτοι τιμῆς ἕνεκα ἢ χλεύης προσηγγόρευνται. λέγεται δὲ τις ἐν αὐταῖς Στησίχορος καὶ ἕτερα Εὐριπίδης. Στῆς χορος μὲν ὁ σημαίνων τὴν ὀκτάδα, ἐπεὶ ὁ ἐν Ἱέρᾳ τοῦ μελοποιοῦ τάφος ἐξ ὀκτὼ γυναικῶν συνέκειτο, Εὐριπίδης δὲ ὁ τὸν τεσσαράκοντα· εἰς γὰρ Εὐριπίδης τῶν τεσσαράκοντα Ἀθηναῖοι προστατῶν τῶν μετὰ τὴν τῶν λ’ τριάκοντα κατασταθέντων καταλῦσαι. τῶν δὲ βόλων ὁ μὲν τὰ ἐξ δυνάμενος Κῶος καὶ ἑξίτης ἐλέγετο, Χῖος δὲ ὁ τὸ ἐν καὶ κνῶν. λέγεται δὲ τις καὶ παροιμία ἀπὸ τούτων, οἷον Χῖος παραστὰς Κῶον οὐχ ἑάσω· ἀφ’ οὗ καὶ Στράτις Λιμνοπέδαις Χῖος παραστὰς Κῶον οὐχ ἑὰ λέγειν.