Ancient Greek
352.2 to 352.3
Gaius Suetonius Tranquillus, Περὶ βλασφημιῶν καὶ πόθεν ἑκάστη 352.2-3
Unproofread scanNot analysed yet
183 Τράγκυλλος Σουητίνος τις ἐν παιδίασι Ἑλλήνων πολλάς μὲν ἄλλας παιδίας καὶ συμποσίων λέγει· ὧν συμποσίων μία μὲν ἡ ἐωλοκρασία, ἑτέρα δὲ ὁ κότταβος ὁμοῦ καὶ ἡ λατάγη. οἱ νέοι γὰρ κωμάζοντες τόποις ἀφωρισμένοις, περὶ ἑσπέραν τοὺς χοὰς καὶ τοὺς βίκους τιθέντες, ἕκαστος ἀνδριζόμενος ἐπινε τὸν οἰκεῖον· ὃς δὲ πιεῖν οὐκ ἴσχυσε τὸν ἑαυτοῦ χοέα, περιεχεῖτο ἑωθεν τῶν συμποτῶν γελώντων. 3 sqq. Pollux VIII 98 sq. :ἡ δὲ διὰ πολλῶν ψήφων παιδία πλινδίων ἐστι, χώρας ἐν γραμαῖς ἔχον διακειμένας· καὶ τὸ μὲν πλινδίον καλεῖται πόλις, τῶν δὲ ψήφων ἑκάστη κίων· διηγομένων δὲ εἰς δύο τῶν ψήφων κατὰ τὰς χώρας, ἡ τέχνη τῆς παιδίας ἐστὶ περιλήψει δύο ψήφων ὁμοχόρων τὴν ἑτεροχόρων ἀνελεῖν. οὕτω καὶ Κρατῖνω πέπαικται.