Ancient Greek
Book 1, lines 1.6.1-1.6.48
Galen, De antidotis 1.6.1-48
Not analysed yet
Κλῦθι πολυθρονίου βριαρὸν σθένος ἀντιδότοιο,
Καῖσαρ, ἀδειμάντου δῶτορ ἐλευθερίης.
Κλῦθι Νέρων, ἱλαρήν μιν ἐπικλείουσι, Γαλήνην,
Εὔδιον, ἣ κυανῶν οὐκ ὄθεται λιμένων.
Οὐδ' εἴ τις μήκωνος ἀπεχθέα δράγματα θλίψας,
Χανδὸν ὑπὲρ στυγνῆς χεῖλος ἔχοι κύλικος.
Οὐδ' εἰ κωνείου πλήσοι γένυν, οὐκ ἀκονίτου,
Μέμψατο δ' οὐ ψυχροῦ χυλὸν ὑοσκυάμου.
Οὐ θερμὴν θάψον τε καὶ ὠκύμορον πόμα Μήδης,
Οὐδὲ μὲν αἱμηρῶν ἕλκεα κανθαρίδων.
Οὐ ζοφερῆς ἔχιός τε καὶ ἀλγεινοῖο κεράστου
Τύμματα, καὶ ξηρῆς διψάδος οὐκ ἀλέγοι.
Σκορπίος οὐκ ἐπὶ τήνδε κορύσσεται, οὐδὲ μὲν αὐτὴ
Ἀσπὶς, ἀδηρίτων ἰὸν ἔχουσα γόων.
Οὐ μὲν ἀπεχθόμενος καὶ δρύας ἀντιάσειε,
Καὶ κατὰ φωλειὸν θερμὸς ἔνερθε μένοι.
Οὐκ ἀλέγοι δρύϊνα ἂν ἀναίμακτον δ' ἔχει ἰὸν
Αἱμόῤῥους, τοιῷ δαμναμένη πόματι.
Οὐ μὲν ἀπεχθήεντα φαλάγγια σίνεται οὕτως
Ἀνέρα, φρικαλέον δ' ἄχθος ἔθηκε πόνων,
Οὐχ ὕδρος, οὐκ ἐπὶ χέρσον, ὅθ' ὕδατα καρκίνος αἴθει
Βοσκόμενος, θερμῆς ἤρξατο πρῶτον ἄλης,
Χέρσυδρος, θανάτῳ πεπαλαγμένα χείλεα σύρων,
Ἀντόμενος, γλυκεροῦ τέρμα φέροι βιότου.
Τῇ πίσυνος λειμῶσι θέρους ἐπιτέρπεο Καῖσαρ,
Καὶ Λιβυκὴν στείχων οὐκ ἀλέγοις ψάμαθον.
Οὐδὲ μὲν ἀμφίσβαινα φέρει μόρον, οὐδέ τις ἤδη
Φρύνος ἐνὶ ξηροῖς βοσκόμενος πεδίοις.
Ῥεῖα δὲ καὶ στομάχοιο φέροις ἄκος οἰδήναντος,
Καὶ θοὸν ἰήσαις ἆσθμα κυλινδόμενον.
Ἢ ὁπόταν περὶ γαστρὶ κυκώμενον ἔνδοθι πνεῦμα
Κυμαίνῃ, κωφὸν κῦμα βιαζόμενον.
Ἢ ὅτ' ἐνὶ στροφάλιγγι ἀπηνέϊ κυμήνειεν
Ἔντερον, ἢ ταναοῦ σφυγμὸν ἔχωσι κόλου,
Ἢ ὁπόταν χολόεντες ὅλον δέμας, ἔξοχα δ' ὄσσε,
Καὶ μερόπων χροιὴν πάμπαν ἀνηνάμενοι,
Ἴκτερον ἱλάσκωνται ἀπηνέα, μηδ' ἐπὶ θοίνας,
Εἰ καί σφιν μακρὸν Ζεὺς πετάσειε πέρας
Νεύοιεν, μοῦνον δὲ κατηφέα θυμὸν ἔχοντες,
Φεύγωσι σφετέρων ἤθεα κηδομένων.
Εἰ δέ που ἢ κακόεργον ἴδοις ἐπὶ σώμασιν ὦχρον,
Ῥύσαις ὑδρηλὴν νοῦσον ἐπεσσυμένην,
Καὶ φαέων ἀμβλεῖαν ἄφαρ λάμψειεν ὀπωπὴν
Τῷ, καὶ ἀρχομένης οὐκ ἀλέγοις φθίσιος.
Οἴη καὶ τετάνοιο καὶ ἀρχομένοιο τενόντων
Σπάσματος ἦρε βυθοῦ ἄχθος ὀπισθοτόνου,
Ἤτ' ἄρα καὶ θώρακος, ὅσην ὠτρύνατο χώρην,
Λοξὸς ἀναθλίβων πνεύμονα κοῦφον ὑμήν.