Ancient Greek
Book 1, lines 1.6.49-1.6.96
Galen, De antidotis 1.6.49-96
Not analysed yet
Ἢ ὅτε φρικαλέην τις ἔχοι περὶ κύστιν ἀνίην
Ἕλκεος, ἢ καί που δαμναμένοιο πόρου
Οὖρον ἐπιφράσσοιτο, ὅτ' ἔσχετο πολλάκι καυλὸς
Ὁρμὴν, ἢ κενεὴν σεύμενος ἐς Κυθέρην.
Νεφρῶν δ' ἡνίκα φῶτα κατ' ἰξύος ἄλγος ἐπείγοι,
Θαῤῥῶν τοιαύτην ἐξελάσεις ὀδύνην,
Καὶ μογερῶν στέρνων ἀπολύσεται ἔμπυον ἰλὺν,
Πινομένη πολλοὺς μέχρις ἐπ' ἠελίους.
Ἀλθαίνει, καὶ λοιμὸν ἀηδέα, πᾶσαν ἐπ' ἠὼ
Δύσπνοον, ἐκ τοίης παρθέμενος πόσιος,
Καὶ κυνὸς ὑδροφόβην γενύων λυσσῶσαν ἐρινὺν
Φεύξεται εὐόδμῳ γαῦρος ἐπ' ἀντιδότῳ.
Τῆς δή τοι κυάμοιο, τὸν ἔτρεφεν εὔσκιον ὕδωρ,
Τέλμασι, καὶ πολλοῖς κρυπτόμενον πετάλοις
Νειλώου κυάμοιο, διὰ βάρος ἄμμιγα χεύας,
Θερμὸν ὕδωρ τρισσῶν κιρνάμενος κυάθων.
Πίνοιεν δ' ὅτε κοῖτον ἄγοι κνέφας, ἄλλοτε δ' ἠοῦς,
Ἄλλοτε καὶ διπλῆν ἐς πόσιν ὀρνύμενοι.
Ἠοῦς μὲν κεράσαιο παρηγορέων κακοῦ ὁρμὴν,
Ὅσσοις ἀλγεινὸς λάμπεται ἠέλιος.
Νυκτὶ δ' ὁμῶς ὅσσοις περ ἐπώδυνος ἕσπεται ὄρφνη,
Εὐνάστειραν ἔχοις τειρομένων πρόποσιν.
Ἰοβόλων δ' εἰ καὶ τις ὑπὸ γναμπτῆρι δαμείη,
Ἢ μογερὸν κυανοῦ πῶμα λάβοι θανάτου,
Ἴσην δ' ἐντύναιο κατ' ὀρφναίην τε καὶ ἠὼ,
Δαμναμένοις ἱλαρὴν παρθέμενος κύλικα.
Καὶ κεν ἀεὶ πνείοντας ἄγοις ἐπὶ κοῖτον ἑτοίμως
Γηθαλέους ταύτῃ Καῖσαρ ἀνωδυνίῃ.
Πρῶτα μὲν ἀγρεύσαιτο κακήθεας ἐμπέραμος φὼς,
Τολμηρῇ μάρπτων χειρὶ θοοὺς ὄφιας.
Τοὺς ἤδη κρυεροῦ ἀπὸ χείματος, οὐκέτι γαίης
Κρύπτουσι στεινοὶ πάμπαν ἔνερθε μυχοὶ,
Εἰαρινὴν ἐφ' ἅλωα, χυτὸν βόσκονται ἂν ἄλσος
Διζόμενοι χλωροῦ σπέρμα λαβεῖν μαράθρου.
Ὀξυτέρην τὸ τίθησιν ἐφ' ἑρπυστῆρσιν ὀπωπὴν,
Πιαῖνον δειλοῖς ἄλγεα βουπελάταις.
Τῶν δ' αὐτῶν οὐράς τε καὶ ἰοβόλους ἀπὸ κόρσας
Τάμνοις, καὶ κενεὰς γαστέρας ἐξερύοις.
Οὖλα γὰρ ἀμφοτέρῳ φερέει ἐπὶ τύμμασι ἄχθη,
Λυγρὸν ὑπ' οὐραίην ἰὸν ἔχων φολίδα.
Τοὔνεκα οἱ τμήσαιο κατ' αὐχένα, ἠδὲ κατ' ἄκρα,
Ὅσσον πυγμαίης χειρὸς ἔνερθε βάθος.
Λοίγια δὲ σταλάουσι σὺν αἵματι, τῶν ἀπὸ πέζαν
Ἐκτὸς ἔχων, ἱλαρὴν δέρξεται ἀντολίην.
Ὁππότε δὴ τὰ γένοιτο, τότ' ἐν κεραμηΐδι χύτρῃ
Κατθέμενος πυρσοῦ σάρκας ἐπιφλεγέτω,
Ὕδατι ἐγχεύσας ὅσσον ἄρκιον, καὶ ἀνήθου
Κλῶνας ἐχιδναίῃ σαρκὶ συνεψομένας.