Ancient Greek · ~9 min
Book 1
Galen, De antidotis 1.7
Not analysed yet
[Ἀνδρομάχου νέου θηριακὴ δι' ἐχιδνῶν, ἡ καλουμένη Γαλήνη.] Ταῦτα μὲν ὁ πρεσβύτερος Ἀνδρόμαχος ἔγραψεν· ὁ δὲ υἱὸς αὐτοῦ κατὰ τὴν φαρμακῖτιν βίβλον, ἣν τῶν ἐντὸς ἐπιγράφει, ταύτην ἐποιήσατο τὴν γραφὴν, λέξει πεζῇ χρησάμενος. ἀντίδοτος ἡ καλουμένη Γαλήνη, πρὸς πᾶν πάθος ἐντοσθίδιον, μάλιστα πρὸς τὰ τοῦ στομάχου πάθη καὶ πρὸς τὰ θανάσιμα καὶ περιόδους. ♃Ἀρτίσκων σκιλλητικῶν δραχ. μη΄. ἀρτίσκων θηριακῶν δραχ. κδ΄. μάγματος ἡδυχρόου, πεπέρεως μέλανος, ἀνὰ δραχ. κδ΄. ὀπίου δραχ. κδ΄. ῥόδων ξηρῶν, σκορδίου Κρητικοῦ, βουνιάδος σπέρματος, ἴρεως Ἰλλυρικῆς, ἀγαρικοῦ ποντικοῦ, κινναμώμου, γλυκυῤῥίζης χυλοῦ, ὀποβαλσάμου ἀνὰ δραχ. ιβ΄. σμύρνης, κρόκου, ζιγγιβέρεως, ῥήου Ποντικοῦ, πενταφύλλου ῥίζης, νεπέτου, οὕτως οἱ Ῥωμαῖοι τὴν καλαμίνθην ὀνομάζουσι, πρασίου, πετροσελίνου, στοιχάδος, κόστου, πεπέρεως λευκοῦ, καὶ μακροῦ, δικτάμνου Κρητικοῦ, σχοίνου ἄνθους, λιβάνου, τερμινθίνης, κασσίας σύριγγος, νάρδου Ἰνδικῆς, ἀνὰ δραχ. στ΄. πολίου Κρητικοῦ, σεσέλεως, στύρακος, θλάσπεως, ἄμμεως, χαμαίδρυος, χαμαιπίτυος, ὑποκιστίδος, χυλοῦ μαλαβάθρου, νάρδου Κελτικῆς, γεντιανῆς ῥίζης, ἀνίσου, μείου ἀθαμαντικοῦ, μαράθρου σπέρματος, Λημνίας μίλτου, χαλκίτεως ὀπτῆς, ἀμώμου, ἀκόρου, φοῦ Ποντικοῦ, βαλσάμου καρποῦ, ὑπερικοῦ, ἀκακίας, κόμμεως, καρδαμώμου, ἑκάστου δραχ. δ΄. δαύκου σπέρματος, χαλβάνης, σαγαπηνοῦ, ὀποπάνακος, ἀσφάλτου, καστορίου, κενταυρίου λεπτοῦ, ἀριστολοχίας λεπτῆς, ἑκάστου δραχ. β΄. μέλιτος Ἀττικοῦ δραχ. ρν΄. τοῦ δὲ ὀρόβου δραχ. π΄. ταῦτα γράψαντος Ἀνδρομάχου τοῦ νεωτέρου πεζῇ, πάρεστι τῷ μὴ νοοῦντι τῶν εἰρημένων ὁτιοῦν ἐν τοῖς ἐλεγείοις τοῦ πρεσβυτέρου, τὴν εὕρεσιν ἐντεῦθεν ποιεῖσθαι. διὸ κᾀγὼ τῶν δοκούντων ἀσαφέστερον ἐν αὐτῷ λελέχθαι τὴν ἐξήγησιν οὐ προσέθηκα τὸ μῆκος τῆς γραφῆς εὐλαβούμενος. ἐθαύμασα δὲ ἓν μόνον τοῦ νεωτέρου Ἀνδρομάχου; γράψαντος ἐν τῷ καταλόγῳ τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν συντίθησι τὴν ἀντίδοτον ἀντὶ καλαμίνθης τὸν νέπετον, Ῥωμαῖοι γὰρ οὕτω ὀνομάζουσι τὴν καλαμίνθην. οὐκ ἐχρῆν δ' αὐτὸν ἑλληνιστὶ πάντα γράψαντα, τοῦτο μόνον ἐνθεῖναι Ῥωμαϊκὸν ὄνομα τοῖς Ἑλληνικοῖς. ἐν ἐνὶ μέντοι διαφωνεῖ πρὸς τὴν ἔμμετρον γραφὴν τῷ τὴν ἔμμετρον δραχ. κδ΄. ἔχειν τοῦ μακροῦ πεπέρεως, τὴν δὲ πεζῇ γεγραμμένην στ΄. ἐπεὶ δ', ὡς ἔφην, πολλὰ τῶν ἀντιγράφων ἡμαρτημένας ἔχει τὰς ποσότητας τῶν φαρμάκων, διὰ τοῦτο α΄. μὲν ὁλογραμμάτως αὐτὰς ἔγραψα, μιμησάμενος τὸν Μενεκράτην· δεύτερον δὲ ἐπὶ τῷδε καὶ διὰ τῶν ἐμμέτρως γεγραμμένων. ἀσαφέστερον δὲ συγκειμένων τῶν τοῦ Ἀνδρομάχου ἐλεγείων ἄμεινον ἔδοξέ μοι τὰ Δαμοκράτους προσθεῖναι πάνυ σαφῶς ἡρμηνευμένα. ἀλλὰ τοῦτο μὲν ὀλίγον ὕστερον ἔσται. νυνὶ δὲ ἐπειδὴ τῶν ἐμβαλλομένων εἰς τὴν ἀντίδοτον φαρμάκων ἁπλῶν εἴρηταί μοι πολλὰ, προσθεῖναι βέλτιον αὐτοῖς τὰ λείποντα.