Ancient Greek · ~3 min
Book 1, lines 1.6.155-1.6.174
Galen, De antidotis 1.6.155-174
Not analysed yet
Δάκρυον εὖ μίσγοιο βαλὼν κυανωπὸν ἀκάνθης,
Θλάσπι σὺν τούτοις ἰσοβαρὲς τελέθοι.
Τόσσον δ' ὑπερικοῦ, τόσσον δ' ἐπιμίσγεται ἄμμι.
Καὶ σαγαπηνὸν ἄγοις τετράδα τοσσατίην,
Δοιὰς δ' εἰσάξεις, τά περ Ἴστριος ἔκβαλε κάστωρ
Μήδεα, καὶ λεπτὴν ῥίζαν ἀριστολόχου,
Δαύκου τε σπέρμα, καὶ αὐαλέην ἄσφαλτον
Ἰοβόλων κοίταις ἀντία δαιομένην.
Ἶσα δ' ὀποῦ πάνακος συμμίσγεο κενταυρίῳ,
Χαλβανίδος λιπαρῆς ἰσόμορον θέμενος.
Καὶ τὰ μὲν ἐν θυίῃ πολλῷ μαλθάσσεο οἴνῳ,
Ὅσσα περ ὑγροτέροις δάκρυσιν ἐμφέρεται.
Κόψαι δ' εὖ λεπτῶς, τὰ δέ κεν ξυλοειδέα πάντα
Ἀκταίῳ μίσγοις συγκεράσας μέλιτι.
Ἱλήκοις ὃς τήνδε μάκαρ τεκτήναο Παίων,
Εἴτε σὲ Τρικκαῖοι δαῖμον ἔχουσι λόφοι,
Ἢ Ῥόδος ἢ Βουρίννα καὶ ἀγχιάλη Ἐπίδαυρος.
Ἱλήκοις, ἱλαρὴν δ' αἰὲν ἄνακτι δίδου
Παῖδα τεὴν Πανάκειαν. ὃ δ' εὐαγεέσσι θυηλαῖς
Ἱλάσεται τὴν σὴν αἰὲν ἀνωδυνίην.