Ancient Greek · ~7 min
Book 2, lines 2.15.1-2.15.49
Galen, De antidotis 2.15.1-49
Not analysed yet
Νυνὶ δ᾿ ἀποδοῦναι βούλομαι τὰς δυνάμεις,
Μόνον θεραπεύειν ἰοβόλων δήγματα,
Ἔχεων, κεραστῶν, ἀσπίδων, καὶ χερσύδρων,
Πληγάς τε θηρίων, καὶ δήγματα
Σφηκῶν, μελιττῶν, σκορπίων, φαλαγγίων.
Σκεύαζε δ᾿ οὕτως. ἴρεως δὶς δ΄.
Τῆς Ἰλλυρικῆς. τὸ δ᾿ ἀπὸ ζιγγιβέρεως
Ὀποπάνακός τε καὶ ὀπίου, μηκωνίου,
Λιβανωτίδος ῥίζης τε, καὶ τοῦ Κρητικοῦ
Παντὸς τριφύλλου σπέρματος δὶς δ΄.
Ἀριστολοχίας τῆς μακρᾶς, καὶ πηγάνου
Σπέρματος ἀγρίου τε, τὰς ἴσας ἀνὰ δώδεκα,
Ἑκκαίδεκα ῥίζης λευκοτάτης βρυωνίας.
Ἑρπυλλαρίου δὲ τῆς πόας καὶ σμυρνίου,
Καστορίοιό τε Ποντικοῦ πάντων ἴσα.
Ἠρυγγίου δὲ καὶ σελίνου σπέρματος
Αἰθιοπικοῦ μάλιστα, καί τι ἐπὶ προσφάτου
Δραχμὰς ἑκάστου γ΄. δύο ἐκ πάντων σταθμῶν,
Ὀρόβου τε λευκοῦ, τοῦ καθαροῦ δύο δώδεκα.
Ἅπαντα ταῦτα ξηρὰ καὶ σεσησμένα,
Ἀναλάμβαν᾿ οἴνῳ καὶ ποιήσας σφαιρία,
Ἢ καὶ τροχίσκους, δὸς δραχμὴν πιεῖν μίαν,
Τοῦ φαρμάκου κοτύλην τε μὴ κεκραμένην,
Οἴνου λιπαροῦ, καλοῦ τε καὶ μὴ προσφάτου.
Ποιεῖ δὲ καὶ δι᾿ ὕδατος ἀνεθὲν ἥμισυ
Τοῖς πνευματουμένοισι κῶλον, ἢ γαστέρα,
Δίχ᾿ αἰτίας φανερᾶς τε τοῖς πονοῦσί τι.
Σφόδρα ἀγαθὴ δύναμις, ᾗ καὶ χρωμένους
Πίνοντας αὐτοὺς οἶδα, δηχθέντας κακῶς
Τοῖς ἀρτιθήροις ἔχεσι, τοῖς καλουμένοις
Ψυλλίοις. ἔθνος δέ φασι τοῦτο δυσπαθὲς
Φύσει νενομίσθαι πρὸς τῶν δακετῶν φόβους.
Ἑτέροις δὲ δόντας, σφόδρα κακῶς δεδηγμένοις.
Μελισσόφυλλον μαλακὸν ἐν σκιᾷ ψυγὲν,
Ξηρὸν γενόμενον κόψον, ἐκ τούτου λαβὼν
Δραχμὰς δὶς ὀκτὼ, πρόσβαλ᾿ αὐτῷ στρογγύλης
Ἀριστολοχίας, ἢ μακρᾶς, δραχμὰς δέκα
Ξηρᾶς, χαμαίδρυος δὲ τὰς αὐτὰς δέκα,
Σμύρνης τε χρηστῆς Τρωγλοδύτιδος δραχμὰς δέκα.
Ταῦτ᾿ ὁλμοκοπήσας, σῆθε λεπτῷ κοσκίνῳ,
Μέλιτός τε μέτριον προσβαλὼν αὐτοῖς, ἑνοῦ.
Δίδου τε δραχμῆς πλῆθος, ἢ μικρῷ πλέον
Ἐν ζωροτέροις κυάθοισι κράματα δέκα.
Τινὲς δὲ φύλλων τῶν μακρῶν καὶ προσφάτων
Τὸν χυλὸν ἀποθλίψαντες, ἶσον αὖ καλῷ
Οἴνῳ κατέμιξαν, καὶ ἔδοσαν πιεῖν αὐτίκα.
Πλῆθος τὸ πᾶν δὶς ε΄. κυάθους, ἢ βραχὺ
Ἐλαττόνων, βραχύ τε δαψιλέστερον,
Τά τε φύλλα λεῖα κατέπλασαν τοῖς δήγμασι.