Ancient Greek · ~7 min
Book 2, lines 2.15.50-2.15.96
Galen, De antidotis 2.15.50-96
Not analysed yet
Πρὸς θηρίων μὲν πάντων ἰὸν ἑρπετῶν
Μάλιστα δ᾿ ἔχεων φάρμακον δραστήριον.
Ἔχε δὲ διὰ παντὸς πιτυὰν ἀποκειμένην
Νεβρῶν ἐλάφου, καὶ μὲν ἂν τὴν πρόσφατον.
Τῆς γὰρ παλαιᾶς ἐστὶν εὐστομαχωτέρα,
Ταύτης δραχμῶν τὸ πλῆθος ἐν κυάθοις δυσὶν
Οἴνου Φαλερίνου καὶ ὕδατος τοῦ συμμέτρου
Κεράσας, προσένεγκε τοῖς σφόδρα δεδηγμένοις,
Κέλευε τούτοις γρηγορεῖν, καὶ περιπατεῖν.
Ἂν ἐπιτρέπωσιν οἱ δεδηγμένοι τόποι,
Εἰς τὰ βαλανεῖά τ᾿ εἰσιέναι χρόνους τινὰς
Μένοντας ἐν τούτοισι, καὶ μετ᾿ οὐ πολὺ
Πάλιν ὡς προεῖπον, λαμβάνειν τὴν πιτυάν.
Ἐκ τοῦ γένους τε τῶν πρὸς τοὺς θανασίμους.
Ἀντίδοτός ἐστι πρὸς τὰ τῶν λυσσώντων κυνῶν,
Δήγματα φέροντα παρακοπὰς ὑλακτικὰς,
Φόβους ἀλόγους τε παντὸς ὑγροῦ καὶ ποτοῦ,
Ὡς κᾂν ἴδωσι παντελῶς ὕδωρ βραχὺ,
Τρόμοισι καὶ σπασμοῖσι κατέχοντ᾿ αὐτίκα,
Ἐν ἀγρυπνίαις τε καὶ παρακοπαῖς συνεχέσι
Διάγοντες, ἀποθνήσκουσι συντομώτατα.
Κἂν τῷ παραχρῆμα δ᾿ ἐκφύγωσι τοὺς φόβους,
Μένει τὰ τοιαῦτα κατὰ χρόνους συμπτώματα
Ἄφνω γενόμενα τοῖς πάλαι δεδηγμένοις.
Πρὸς τοὺς φόβους οὖν τῶν τοιούτων δηγμάτων
Ἱερὰν ἔχε πάντως ἀντίδοτον παρακειμένην.
Οἱ γὰρ πιόντες, ὡς ἐρῶ, ταύτην ἐγὼ,
Εἰς οὐδὲν ἄτοπον ἐμπεσοῦνται ῥᾳδίως.
Σκεύαζε δ᾿ αὐτὴν, καρκίνους τοὺς ποταμίους
Ἐπὶ κληματίδων κατάκαιε λευκῆς ἀμπέλου,
Τήρει τε λειῶν ἐπιμελῶς ἐν πυξίδι,
Καὶ γεντιανῆς τὴν ῥίζαν εὖ σεσησμένην
Ἐν πυξίδι δ᾿ ἑτέρᾳ τῆς δὲ χρείας γενομένης
Κατάπασον οἴνου τρισὶ κυάθοις ἡδέος,
Μύστρα δὲ β΄. μακρὰ τῆς σποδοῦ τῶν καρκίνων,
Τῆς γεντιανῆς δ᾿ ,ὡς ἔφην, λελεασμένης
Ἓν μύστρον, οὕτως ἐκπιεῖν κέλευ᾿ ἄθρουν
Τρισὶν καθεξῆς ἡμέρας νήστει διδούς.
Πρώτην κατὰ τύχην δ᾿ ὑστερήσας ἡμέραν,
Ἄλλαις δυσίν τε προσφέρων ἁπλοῦν μέτρον
Διπλοῦν προσοίσεις δεύτερον τῷ φαρμάκῳ,
Εἰς τρεῖς δὲ κυάθους, ὡς ἔφην, οἴνου βαλὼν
Ἥ κᾀν τρισὶν γε τοῖς σφοδρῶς δεδηγμένοις,
Τῆς γεντιανῆς δ᾿ αὖ μόνοις τρισὶν δοκεῖ
Τριωβόλου τὸ πλῆθος ὁλκῆς προσφέρειν
Λείας ἐπιμελῶς ἡμέραις δυσὶν εἴκοσιν
Ἐν ζωροτέροις κυάθοις τρισὶν, ἤ μικρῷ πλέον.