Ancient Greek · ~3 min
Book 2
Galen, De antidotis 2.16
Not analysed yet
Ἴησιν μάθε τήνδε πρὸς ἑρπετὰ, ἣν Φιλομήτωρ
Νικήσας πείρᾳ κέκρικεν Ἀντίοχος.
Μήου ἀπὸ ῥίζης ὁλκὴν διδραχμίαν ὀρύξας,
Σὺν τῷ δ᾿ ἑρπύλλου κλῶνας ἰσοῤῥεπέας.
Σὺν δ᾿ ὀπὸν ἐκ πάνακος στήσας, ἴσον ἠδὲ τριφύλλου
Καρπὸν, ὅσον δραχμῆς σταθμὸν ἄγοντα δίδου,
Ἀνίσου, μαράθρου τε καὶ ἄμμιος, ἠδὲ σελίνου
Ἐξ ἑνὸς, ἓν πληρῶν σπέρματος ὀξύβαφον.
Σὺν δ᾿ ὀρόβου λείου δύο ὀξύβαφ᾿ ἔμπασ᾿ ἀλεύρου,
Πάντα δ᾿ ὁμοῦ Χίῳ νέκταρι συγκεράσας,
Κυκλοτερεῖς ἀνάπλασσε τροχοὺς, ἰσότητι μερίζων,
Ἡμιδραχμοῖο ῥοπῆς, ὄφρ᾿ ἂν ἕκαστος ἔχῃ.
Χίῳ δ᾿ ἐγκεράσας τάδε μίγματα, πικρὸν ἐχίδνης,
Ἡμίσεως δραχμὴν, ἰὸν ἀποσκεδάσεις.
Τῷ δὲ ποτῷ καὶ δεινὰ φαλάγγια, καὶ σκολιοῖο
Σκορπίου ἐκφεύξῃ κέντρα φέροντ᾿ ὀδύνας.