Ancient Greek · ~3 min
Book 2, lines 2.15.157-2.15.177
Galen, De antidotis 2.15.157-177
Not analysed yet
Τῶν ἰοβόλων τε θηρίων τοῖς δήγμασι.
Διὸ καὶ θεραπείας ἐστὶν ὁμογενὴς τρόπος,
Καὶ γὰρ ἐπὶ τούτοις σάρκα τὴν τετρωμένην
Ταχέως περικόπτειν σμιλίῳ δεῖ, καὶ πυρὶ
Συκίας τ᾿ ἐπιβάλλειν εἰ δυνατὸν τοῖς τραύμασι,
Τοῖς δριμέσιν τε φαρμάκοις καὶ καυστικοῖς,
Τηρεῖν τὸ τραῦμα πλείονας χρόνους πλατὺ,
Ὥσπερ ὑπέδειξα θᾶττον ἐν συντάγματι
Ἑτέρῳ, γραφέντι τοῖς θέλουσι φάρμακα
Ποιεῖν ὅσα καύσοις σμιλίῳ τε γίγνεται.
Χρῆσθαι δὲ καὶ ταῖς ἀντιδότοις ποτήμασι
Τοῖς ἐχιοδήκτοις, ἅς ἐκέλευσα προσφέρειν,
Καὶ πητύας δὲ τῶν νεβρῶν αὐτοῖς δίδου,
Καὶ γεντιανῆς, ὡς ἔφην, δεῖ προσφέρειν
Τοῖς λυσσοδήκτοις, καὶ τὰ λοίφ᾿, ὡς εἴπομεν
Ποεῖν ἐπ᾿ ἐκείνων ταῦτα, καὶ τοῖς δ᾿ ἁρμόττει
Ὀπόν τε Κυρηναῖον αὐτοῖς προσφέρειν.
Οὗ μὴ παρόντος δὲ, διδόναι καὶ Μηδικὸν
Ὀβολοῦ τὸ πλῆθος μεθ᾿ ὕδατος κυάθων δυοῖν,
Τῆς γεντιανῆς δ᾿ ὅσον ἄγει τριώβολον,
Χυλὸς δ᾿ ἀμείνων ἐστὶ τῆς ῥίζης πολύ.