Ancient Greek · ~7 min
Book 2, lines 2.3.1-2.3.45
Galen, De antidotis 2.3.1-45
Not analysed yet
Ἄλλη σφόδρα καλὴ πρὸς φθισικοὺς κεχρονισμένους
Τοὺς θ᾿ αἷμ᾿ ἀνάγοντας, καὶ πυρέσσοντας λάθρα,
Καὶ τοὺς ἔχοντας ἀσθενῆ θώρηκα,
Καὶ τοὺς στομαχικοὺς, ἡπατικοὺς, νεφριτικοὺς,
Καὶ πρὸς ἅ προεῖπον πάντα. τοῖς τρυφερωτέροις
Μᾶλλον προσηνὴς, ἀλλ᾿ ἔλαττον δραστική.
Ταύτῃ λέγουσι τὸν Σεβαστὸν ἡδέως
Χρησάμενον ὑγιᾶ γεγονέναι ἐν βραχεῖ χρόνῳ,
Πλευροῖς τε καὶ θώρακι δυσχρηστούμενον.
Ἔχει δὲ ψυλλίου τε καὶ κασίας κιῤῥᾶς,
Ναρδοστάχυός τε, καὶ καθαρᾶς τῆς Κελτικῆς,
Καὶ κινναμώμου, καὶ κρόκου τοῦ προσφάτου,
Ἀνὰ ιβ΄. δραχμὰς, καὶ ὀποβαλσάμου δέκα,
Στακτῆς Ἀραβικῆς παχυτάτης ιστ΄.
Σχοίνου τε λεπτῆς, Λημνίας τε τῆς καλῆς,
Ῥᾶ Ποντικοῦ τε, πηγάνου τε σπέρματος,
Τὸ δ᾿ ἄγριόν ἐστι πήγανον κρεῖττον πολὺ,
Καλοῦ τ᾿ ἀμώμου καὶ ῥόδων ξηρῶν ἴσον,
Λευκοῦ τε πεπέρεως, βουνιάδος τοῦ σπέρματος.
Ἔστω δ᾿ ἀγρίας τοῦτο, μὴ τῆς ἡμέρου,
Τούτων ἀνὰ δραχμὰς δ΄. λιβάνου τε γ΄.
Ἴσον τε λιβάνῳ προσβαλεῖς τὸ Κρητικὸν
Δίκταμνον, ἱκανῶς ξηρὸν ἀλλὰ πρόσφατον.
Ταὐτό τε κυμίνου Θηβαϊκοῦ τοῦ σπέρματος.
Τὰ μὲν ἄλλα κόψας σῆθε λεπτῷ κοσκίνῳ,
Μόνον δὲ τὸ ψύλλιον εἰς ὅλμον βαλὼν,
Κόψον πολὺ πλέον, ἵνα λάβῃς ὅσον θέλῃς.
Ἅπαν γὰρ αὐτὸ λεπτὸν ἀδύνατον ποιεῖν.
Σκεύαζε δ᾿ οὕτω, τὴν καλὴν στακτὴν βαλὼν
Εἰς πλατυτέραν θυείαν, οἴνου παραχέων
Λιπαροῦ Φαλερίνου τὸ μέτριον, λέαινέ τε
Ἐπ᾿ ὀλίγον αὐτὰ, καὶ ὀποβάλσαμον τότε
Μιγνὺς, δίϋγρον τοῦτο δ᾿ ἐστὶ χρήσιμον,
Παρεμπάσσων τε τὰ ξηρὰ πάντα μίγματα,
Ἄφες δ᾿ ὀλίγον συμπιεῖν τὸ φάρμακον,
Τό, τε μέλι ζέσας, δὶς ἢ τρὶς αὐτῶν καταχέαι,
Ἑνῶν τε τὴν ἀντίδοτον ἀποθήσεις τότε,
Εἰς πυξίδ᾿ οἵαν εἶπον ἔμπροσθεν βραχὺ,
Διδοὺς ὁμοίως κᾀπὶ τῶν αὐτῶν παθῶν.
Ἄλλη σφόδρα καλὴ πρὸς ἃ εἶπον πάνθ᾿ ἁπλῶς.
Φασὶν δ᾿ ἀμείνω τήνδε πρὸς τὰ πνεύματα
Πολλοῖς χρόνοις λυποῦντα τὸν στόμαχον, ποιεῖν,
Καὶ βορβορυγμοὺς τοὺς ἐνοχλουμένους ἀεὶ,
Τῶν ἐντέρων, κώλου τε, καὶ τῆς γαστέρος.
Ποιεῖ δὲ καὶ γέρουσιν ὀξυωπίαν.