Ancient Greek · ~7 min
Book 2, lines 2.3.46-2.3.93
Galen, De antidotis 2.3.46-93
Not analysed yet
Τοῖς θηριοδήκτοις δ᾿ ἐστὶ συμφορωτάτη.
Σκεύαζε δ᾿ αὐτὴν, ταῦτ᾿ ἔχων τὰ μίγματα.
Κυρηναϊκοῦ τοῦ καλοῦ δραχμὴν ὀποῦ,
Ἀκόρου τε καὶ φοῦ καστορίου τε καὶ ἀσάρου,
Καὶ καρδαμώμου σπέρματος καὶ κόμμεως,
Χυλοῦ τ᾿ ἀκακίας, τῆς ἀρίστης ἴρεως,
Καθαροῦ σαγαπηνοῦ, ὑπερικοῦ τοῦ Κρητικοῦ,
Τούτων ἑκάστου β΄. δραχμὰς ῥεπέστερον,
Ὀποβαλσάμου τε τοῦ διαυγοῦς γ΄. δραχμὰς,
Ὀποβαλσάμῳ δὲ ταὐτὸ ψυλλίου βάρος,
Λευκοῦ τε πεπέρεως, πετροσελίνου, Κελτικῆς
Στάχυός τε νάρδου, μαλαβάθρου φύλλου νέου
Αἰθιοπικοῦ τε, καὶ κυμίνου σπέρματος,
Ἀθαμαντικοῦ μήου τε, κἀμώμου καλοῦ,
Μήκωνος, ὀπίου, γεντιανῆς καὶ βαλσάμου,
Στήσας ἑκάστου δραχμὰς δ΄. σταθμῷ,
Στύρακος σταγόνας δὲ ε΄. καὶ τριώβολον.
Κόστου δὲ λευκοῦ καὶ σεσέλεως, θλάσπεως,
Κασίας μελαίνης ε΄. ἑκάστου β΄. ὀβολοὺς,
Σχοίνου τε, πολίου ἀνὰ ε΄. τριώβολον,
Καὶ Κρητικοῦ δὲ ταὐτὸ, δικτάμνου πόας
Ταύτης ἴσον, πρόσβαλλε σκορδίου σταθμόν.
Μακροῦ πεπέρεως καὶ λιβάνου καὶ Λημνίας
Σμύρνης, γλυκυῤῥίζης, χαλβάνης, τερμινθίνης,
Ξηροῦ τε νήσσης αἵματος, τοῦ προσφάτου,
Ὀποπάνακός τε καὶ μαράθρου τοῦ σπέρματος,
Ξηρῶν ῥόδων φύλλων, καὶ τῆς ὑποκιστίδος
Χυλοῦ καλῶς γεγονότος, ἀγαρικοῦ τ᾿ ἴσα,
Τοῦ Κρητικοῦ δαύκου τε καθαροῦ σπέρματος,
Ἀνισαρίου τε σπέρματος, σκίγκου τ᾿ ἴσον,
Δὶς τρὶς ἑκάστου μίγματος βαλεῖς σταθμὸν,
Καὶ ζιγγιβέρεως τε τοῦ ξηροῦ καλῶς,
Καὶ κινναμώμου καὶ κρόκου δὶς τέσσαρας,
Μέλιτός τε χρηστοῦ τὸν διπλοῦν πᾶσι σταθμὸν,
Οἴνου τε Χίου τοῦ καλοῦ τὸ σύμμετρον.
Ἡ τοῦ Φαλερίνου ταὐτὸ τοῦ κεχρονισμένου.
Σκεύαζε δ᾿ αὐτὴν, ὡς προεῖπον δεῖν ποιεῖν,
Τὴν θηριακὴν ἀντίδοτον ἔμπροσθεν βραχὺ,
Διδόναι θ᾿ ὁμοίως πᾶσιν, ὡς ἐκείνην ἔφην.
Ἄλλη δι᾿ αἱμάτων ἀντίδοτος, ἥν φασίν τινες
Ποιεῖν ἄμεινον πρὸς τὰ δηλητήρια.
Ἔχει δὲ χηνὸς αἵματος ξηροῦ δύο,
Καὶ τρεῖς χελώνης τῆς θαλασσίας δραχμὰς,
Τὸ δ᾿ αὐτὸ νήσσης, καὶ ἐρίφου γ΄. τὰς ἴσας.
Νήσσης δ᾿ ἄμεινον αἷμα θηλείας δοκεῖ,
Στακτῆς Ἀραβικῆς παχυτάτης δραχμὰς ι΄.
Ναρδοστάχυός τε τὰς ἴσας σμύρνης δραχμὰς,
Καὶ κινναμώμου τοῦ καλοῦ δὶς τρεῖς δραχμάς.