Ancient Greek · ~7 min
Book 2, lines 2.5.1-2.5.45
Galen, De antidotis 2.5.1-45
Not analysed yet
Ἐφεκτικὴν δ᾿ ἀντίδοτον εἰ βούλει ποιεῖν,
Αἵματος ἄνω τε καὶ κάτω πολλοῦ φορᾶς,
Ταύτην ἀκριβῶς σκευάσας, ἕξεις καλὴν,
Κρόκου Κιλικίου τοῦ καλοῦ καὶ προσφάτου
Δραχμὰς δὶς η΄. καὶ ὀπίου, μηκωνείου,
Λιβάνου τ᾿ ἀτμήτου, καὶ καθαρᾶς σμύρνης ἴσον,
Πάντων ἑκάστου πάλιν δραχμὰς ιστ΄.
Φλοιοῦ δὲ ῥίζης μανδραγόρου δὶς δ΄.
Ὑοσκυάμου δὲ σπέρματος τρὶς δ΄.
Τρὶς β΄. δραχ. μηκωναρίου τοῦ σπέρματος,
Τρεῖς κινναμώμου τοῦ καλοῦ δραχμὰς σταθμῷ.
Ῥοὸς δὲ χυλοῦ Παταρικῆς ἢ Συριακῆς
Τρὶς κε΄. καὶ ἑτέρας δὶς δώδεκα.
Σκεύαζε δ᾿ οὕτω, τὸν κρόκον κεκαθαρμένον,
Ἀπόβρεχε δ᾿ οἴνῳ Κρητικῷ λευκῷ γλυκεῖ
Δίδου β΄. τὸ πλεῖστον ἡμέρας. ὅταν ἴδῃς
Μαλακὸν ἄγαν εὔτριπτον εἰς ἴγδην βαλὼν,
Λέαινε τῷ δοίδυκι, καὶ λεῖον ποιῶν,
Πρόσβαλλε τὸν ὀπὸν τὸν λίβανον τῇ σμύρνῃ.
Χυλὸν δ᾿ ὁμοίως κατ᾿ ἰδίαν τὸν τῆς ῥοὸς
Διάβρεχε καὶ πρόσβαλλε τοῖς εἰρημένοις,
Καὶ πάλιν ἑνώσας λεῖα καὶ σεσησμένα,
Τὰ λοιπὰ πάντα προσαποδώσεις μίγματα,
Ἑφθοῦ τε μέλιτος Ἀττικοῦ βαλὼν βραχὺ,
Πάλιν λέανον ὡς γενέσθ᾿ ἓν φάρμακον
Ἐκ τῆς θυΐδος εἰς ὑαλοῦν ἀγγεῖον,
Καὶ κασσιτερινὸν μετακόμιζ᾿ ἡνωμένον.
Δίδου δὲ τοῖς μὲν ἐκ φάρυγγος καὶ γαστέρος
Ἀνάγουσι καὶ θώρακος, ἔτι δὲ πνεύμονος,
Τριωβόλου τὸ πλῆθος, ἢ μικρῷ πλέον
Ἐν τρισὶ κυάθοις κράματος κεκραμένου.
Οἴνου δ᾿ ἀπὸ μύρτων καὶ ὕδατος τοῦ ἀπολύτου,
Τοῖς ἀπὸ νεφρῶν οὐροῦσιν, ἢ τῆς κύστεως,
Δίδου λέον τε φαρμάκου κεκραμένου.
Ἀπὸ νήστεως τε καταφέρει καὶ κώλου,
Λεπτῶν τε πάντων ἐντέρων τῆς θ᾿ ὑστέρας,
Τοῦ φαρμάκου δίδου μὲν ὡς δραχμὴν μίαν.
Δι᾿ ὕδατος ὀμβρίου δὲ τοῖς πυρουμένοις,
Ἀπυρέτοισι δὲ καὶ διὰ κράματος δίδου,
Ἤτοι δ᾿ ἀπὸ μύρτων ἢ γλυκέος τοῦ Κρητικοῦ.
Εἰ δέ τις ἔχειν βούλοιτο μὴ πολυμίγματον
Ἀντίδοτον, ἀλλ᾿ ἔχουσαν ὀλίγα μίγματα
Ταύτην ἀκριβῶς σκευάσας, ἕξει καλὴν
Πρὸς τοὺς ἀτόνους στομάχους τε καὶ ἀνορέκτους,
Καὶ τοὺς καχέκτας, τούς τ᾿ ἀπεπτοῦντας ταχύ.