Ancient Greek · ~7 min
Book 2, lines 2.5.46-2.5.93
Galen, De antidotis 2.5.46-93
Not analysed yet
Πρὸς πάνθ᾿ ἁπλῶς ἀλγήματα, κύτος
Κεχρονισμένον τε καὶ κατασκευὴν ἔχον.
Ταύτῃ Τιβέριον τὸν Σεβαστὸν χρώμενον
Λέγουσιν, ἄλλην μὴ πεπωκέναι ποτέ.
Ἔχει δὲ μέλανος πεπέρεως πέντ᾿ οὐγγίας,
Κροκομάγματος ιε΄. καὶ ῥόδων ι΄.
Σεσησμένα ταῦτα πάντα μέλιτ᾿ ἀναλάμβανε.
Ἔχει δὲ ῥόδων μὲν οὐγγίας δὶς τέσσαρας,
Κεκομμένα ταῦτα πάντα καὶ σεσησμένα,
Ἀναλάμβαν᾿ ἑφθῷ μέλιτι τῷ λίαν καλῷ,
Δίδου καρύου τὸ μέγεθος τοῦ Ποντικοῦ,
Μετ᾿ οἰνομέλιτος ἢ μελικράτου προσφάτου,
Ἑψημένου καλῶς τε καὶ πεφρισμένου,
Τοῖς θηριοδήκτοις, ἢ τὰ δηλητήρια
Πεπωκόσι προσένεγκε καρύου τὸ μέγεθος
Τοῦ βασιλικοῦ μεθ᾿ ἑπτὰ κυάθων κράματος.
Αὐτὸν δ᾿ ἐπιμελῶς δεῖ σε προδιασκευάσαι
Οὕτως ἀκριβῶς, ῥόδα λαβὼν τὰ πρόσφατα,
Τὸ φύλλον αὐτῶν ἐν σκιαῖς δυσὶ ψῦξον,
Ἢ τρισὶ τὸ πλεῖστον ἡμέραις, σήσας τε τρεῖς
Λίτρας, ἀπ᾿ αὐτῶν ὅλμῳ κόπτων συμμέτρως,
Σχοίνου τε δραχ. κ΄. εὖ κεκομμένης
Σμύρνης δέκα δύο καὶ κρόκου δὶς τέσσαρας,
Προσέμπασον, καὶ κόπτε πάνθ᾿ ὁμοῦ πάλιν
Ποιῶν κυκλίσκους εὐμεγέθεις, ψῦξον καλῶς,
Οὕτω θ᾿ ὅσον δεῖ λάμβαν᾿ εἰς τὸ φάρμακον.
Κροκόμαγμα δ᾿ εἰ βούλοιο καλὸν ἔχειν ἄγαν,
Σκεύαζ᾿ ἐπιμελῶς, Κιλικίου κρόκου δραχμὰς
Ἑκατὸν καταμίξεις, τῆς λιπαρᾶς σμύρνης ἅμα
Δὶς κε΄. καὶ ῥόδων ξηρῶν ἴσον,
Ἀμύλου δὲ ν΄. λευκοῦ κόμμεως
Ἴσας, ἄμυλον δὲ κόπτε σήσας ἐπιμελῶς,
Πρόσβαλλ᾿ ἀθάλασσον οἶνον εὐώδη βραχὺν,
Δεύσας ἐπιμελῶς κᾀναπλάσας ψῦξον κύκλους
Καὶ χρῶ δεόντως ὡς καλῷ κροκομάγματι.
Προγνωστικὴν δ᾿ ἀντίδοτον οὕτως σκευάσεις,
Ἣν οἱ προλαβόντες ἂν λάβωσι θανάσιμον,
Ἐμέσουσιν αὐτὸν μετὰ τροφῆς παραυτίκα.
Οἱ δ᾿ εὐλαβῶς ἔχοντες ὡς εἰληφότες,
Ἂν ἐπιλάβωσιν, ἐξεμοῦσι τὴν τροφὴν,
Σὺν τῷ μετ᾿ αὐτῆς καταποθέντι φαρμάκῳ.
Ὁ δὲ μηδὲν ἄτοπον, μηδὲ δηλητήριον,
Συγκαταπεπωκὼς τοῖς δοθεῖσι σιτίοις,
Οὐ ναυτιάσει, καὶ καθέξει τὴν τροφήν.
Ποιεῖ δὲ ταὐτὸ φάρμακον καὶ πρὸς πόνους
Πλευρῶν, μεταφρένων, κύστεως, καὶ τῶν νεφρῶν,
Ἐπέχει τ᾿ ἀλύπως αἷμα φερόμενον πολὺ
Ὅθεν ἂν ἐκφέρεται τοῦτο, κᾂν ἐκ πνεύμονος.