Ancient Greek
Book 7, lines 7.10.1-7.10.50
Galen, De compositione medicamentorum per genera 7.10.1-50
Not analysed yet
Εἰπόντες οὖν ἔμπροσθε πῶς τὰ τραύματα
Δίχα φλεγμονῆς μένοντα κολληθήσεται,
Ἑξῆς ἐροῦμεν πῶς τὰ φλεγμαίνοντ’ ἄγαν
Δυνατὸν θεραπεύειν φαρμάκοις ἔσται καλῶς.
Ὅταν μυὸς τρωθέντος ἢ νεύρων τινῶν
Ἤ καὶ νυγέντος ὑμένος ἐγγὺς ὀστέου,
Μετὰ τὴν τετάρτην ἡμέραν πυκνοὶ πόνοι
Καὶ φλεγμοναὶ, πυρετοί τε μετὰ συμπτωμάτων;
Πολλῆς ἀγρυπνίας, παρακοπῆς, δίψους σφοδροῦ,
Ξηρότητος γλώττης γένηται πρόσθεσις,
Καθ’ ἡμέραν ῥέποντα πρὸς τὰ χείρονα.
Ἰχὼρ τρυγώδης, λεπτὸς, ἐρυθρὰ τραύματα.
Τά τ’ ἐγγὺς αὐτῶν πάντ’ ἔχοντα σώματα
Ὀργὰς, διατάσεις, φλεγμονὰς, οἰδήματα,
Τότε μὴ κατάπλασσε ποικίλοις καταπλάσμασιν.
Ἔθος γάρ ἐστι τοῦτο ποιεῖν τοῖς νέοις,
Ἱν ἐκφυγόντες τὰς ἀκμὰς τῶν φλεγμονῶν
Τοῖς συκοφάνταις μὴ παρέχωσιν αἰτίαν.
Δεῖ δὲ τὸν ἔχοντα τῆς ἰδίας πίστιν τριβῆς
Καὶ συγκαταβαίνειν τοῖς νοσοῦσ’ εἰς τοὺς φόβους,
Μὴ περιμένοντα τὴν τύχην καὶ τὴν φύσιν.
Σκεύαζε τοίνυν πρὸς ἃ προείρηται πάθη
Καὶ τοῖς ποδαγρικοῖς ἁρμόζον τὸ φάρμακον,
Ἐν παντὶ καιρῷ τοῖς νοσοῦσ’ ἐπικείμενον,
Τοῖς γὰρ διαλείμμασιν μὲν εὐκινησίαν
Παρέχον ἑτοίμην. καὶ τὸ μὴ πώροις ταχὺ
Πυκναῖς τ’ ἐπιβολαῖς παρενοχλεῖσθαι ῥᾳδίως.
Ἐν ταῖς καταρχαῖς δ’ οὐκ ἐῶν μεγέθη λαβεῖν,
Ἐν ἀκμαῖς δὲ τὰς παρακμὰς ποιοῦν ταχὺ,
Ἄν μὴ μεταβαίνῃ ῥᾳδίως τις ἐφ’ ἕτερα.
Τὸ δὲ φάρμακον σκεύαζε τοῦτον τὸν τρόπον,
Λιθαργύρου μὲν λειοτάτου, χρυσίτιδος
Λίτρας β΄. βαλὼν, τέσσαρας δ’ ἀξυγγίου
Ἄγαν παλαιοῦ, μίαν δὲ καὶ μιᾶς λίτρας
Τρίτον ἐλαίου πολυετοῦς καὶ παχυτάτου
Καὶ μὴ δυσώδους, μὴ μέλανος, μὴ τραχέος,
Οὕτω γὰρ ἔσται δραστικὸν τὸ φάρμακον.
Τήξας δ’ ἐπιμελῶς ἐν λοπάδι τἀξούγγιον,
Ἔπαιρ’ ἀπ’ αὐτοῦ τοὺς ὑμένας καὶ τοὺς ἅλας,
Ἠθμῷ διηθῶν εἰς ἑτέραν μείζω χύτραν,
Καὶ προσβαλὼν ἔλαιον ἀνάζεσον πάλιν,
Μὴ πᾶν δ’ ἔλαιον, ἀλλὰ τὰ δύ’ αὐτοῦ μέρη,
Τὸ τρίτον δ’ ὑπολιπὼν, ἔχ’ ἐν ἑτοίμῳ κείμενον,
Ἄν ἐπειχθῇς προσβάλλειν, ἵν’ ᾖ σοι παρόν.
Ἔσται δὲ χρεία πάντως ἐν χειμῶνί γε,
Ὅταν ᾖ γεγονὸς τῷ μακρῷ χρόνῳ παχὺ
Τὸ βαλλόμενον ἔλαιον εἰς τὸ φάρμακον,
Λιθάργυρόν τε τῶν ζεόντων κατάπασσε,
Ἕψε ἐπὶ μαλακῷ καὶ διηνεκεῖ πυρὶ,
Κινῶν σπάθῃ, βέλτιον ἂν ᾖ τῇ πευκίνῃ.