Ancient Greek
Book 7, lines 7.10.51-7.10.96
Galen, De compositione medicamentorum per genera 7.10.51-96
Not analysed yet
Ὅταν δὲ ἐπὶ χρόνον μέτριον ἑψούμενον
Τὸ φάρμακον λάβῃ μὲν ἐμπλάστρου πάχος,
Λάβῃ δ’ ὁμοίως δυσωδίαν φαρμάκου,
Ἔπαιρε ταχέως τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
Ποιῶν μὲν βραχὺ σκληροτέραν ἐν τῷ θέρει,
Μαλακὴν δὲ τῷ χειμῶν’, ἀμόλυντον δ’ ὅμως,
Κίνει δ’ ὁμοίως ἕως μετρίως ὑποψυγῇ,
Εἶτα πάλιν χερσὶ σκληροτέραις πρόσπασσε πᾶν
Μαλαχθὲν, οὕτως μεταφέρειν ἐκ τῆς χύτρας.
Ὅταν δ’ ᾖ χρεία, πάλιν μαλάττειν εὐτόνως,
Μαλακῷ τ’ ἐπιμελῶς ἐμπλάσαντας δέρματι,
Οὕτως ἐπιβάλλειν εὐμεγέθη τὰ σπλήνια.
Ταύτην δὲ τὴν ἔμπλαστρον εἰ βούλει ποτὲ
Μᾶλλον ποιεῖν πρὸς νεῦρα παχέα καὶ μύας
Σκληρούς τε μασθοὺς, ἄρθρα τ’ ἐξῳδηκότα,
Μαλάχης ἀγρίας τῶν ῥιζῶν λίτραν βαλὼν
Καθαρῶν τε, προσφάτων τε καὶ συντεμὼν
Εἰς δακτυλιδίους, τῷ τε μήκει καὶ πάχει
Τόμους ἐπίβαλλε τοῖς ζέουσ’ ἐν τῇ χύτρᾳ.
Ὅταν δὲ πᾶσαν ἀνθρακωθέντ’ ἀποβάλῃ
Τὴν ἰκμάδα καὶ τὴν δύναμιν τὸ φάρμακον,
Ἔπαρον ἠθμῷ τῆς μαλάχης τὰ ῥίζια,
Λείαν δ’ ἐπιπάσας τὴν λιθάργυρον, τότε
Ἕψησον, ὡς προεῖπον πρόσθεν, καὶ πάλιν
Ἀπόθου θ’ ὁμοίως καὶ τὸν αὐτὸν χρῶ τρόπον.
Τοῦτο δὲ ἑκατέρας φησὶ τὰς ἀρετὰς ἔχειν
Ὁ πρῶτος εὑρὼν Μενεκράτης τὸ φάρμακον,
Ἀνὴρ κράτιστος, ἑκτικὸς πρὸς τὴν τέχνην.
Καὶ γὰρ φυλάττει τὰ νεότρωτα τραύματα
Δίχα φλεγμονῆς, κολλᾷν τε τὰ διῃρημένα
Ἔπεισεν ἡμᾶς καὶ τὰ φλεγμαίνοντ’ ἄγαν
Ἕλκη θεραπεύειν, τούς τε τρωθέντας μύας,
Δίχα τινὸς ἄλλου τῶν βοηθεῖν δυναμένων
Καταπλασμάτων, σπόγγων τε καὶ τῶν ἐμβροχῶν.
Ποιεῖ δὲ πάνθ’ ὅσ’ ἔμπροσθεν εἶπον ποιεῖν
Τὴν διὰ λιθαργύρου τε καὶ ἀξουγγίου.
Εἶναι δ’ ἄριστον πεσσὸν ἐν κεχρονισμέναις,
Ἐν προσφάτοις τε φλεγμοναῖς τῆς ὑστέρας,
Ἕλκη τε πληροῦν κοῖλα, ῥοδίνῳ μύρῳ
Διεθεῖσα ἢ καλῷ γε μυρσίνῳ ἀπουλοῦν.
Καθόλου τε πᾶν κατάπλασμα καὶ φάρμακον
Ἔξωθεν ἐπ’ αὐτῶν φήσ’ ἐπιῤῥιπτούμενον,
Περισσὸν εἶναι τοῖς τε ταύτῃ χρωμένοις.
Ἔστι δ’ ἀναγραφῆς ἄξιον τὸ φάρμακον.
Ἤδη δὲ πιστόν ἐστι καὶ τοῖς βασκάνοις,
Λέγει δὲ ποιεῖν αὐτὸ τοῦτον τὸν τρόπον.