Ancient Greek
Book 7, lines 7.16.1-7.16.51
Galen, De compositione medicamentorum per genera 7.16.1-51
Not analysed yet
Ὄντος δὲ πολλοῦ τοῖς φιλιάτροις λόγου
Ἀκόπων ἁπάντων χρήσεως καὶ μυρακόπων,
Φράσω τίν’ ἐστὶ ταῦτα καὶ πῶς ὠφελεῖ,
Πῶς τε καθ’ ἓν αὐτῶν σκευάσαι δεῖ φάρμακον.
Ποιεῖ μὲν οὖν ἅπαντα πρὸς νεύρων πόνους,
Σαρκός τε πάσης καὶ μυῶν, ὅσους κόπος
Καθεῖξεν ἢ ψῦξις ἢ δίχ’ αἰτίας
Φανερᾶς ἐγένετο. τοῖς δ’ ὅμοι’ ἀλγήματα
Καὶ δυσπαθείας δεῖ φέρειν ταῦτα πολλάκις,
Τοῖς εὐαλώτοις ψύξεσίν τε καὶ κόποις,
Ἄν χρησάμενός τις πρότερον, οὕτως ἐξίῃ
Ἐπὶ τὰς δι’ ἀνάγκην τοῦ βίου λειτουργίας,
Σαρκοῖ τ’ ἀτροφοῦντά τινα μέρη τοῦ σώματος
Ἄν τις ἀναχρίῃ μετὰ τροφὴν τὰ πεπονθότα,
Καὶ δυσαναλήπτοις ἁρμόσει, γέρουσί τε
Χειμῶνος αὐτοῖς χρωμένοις εἰς ἑσπέραν.
Ὅσα δὲ ποιεῖ τῶν ἀκόπων, δι’ ἑτέρων
Ἐροῦμεν, ὑποτάξαντες αὐτῶν ταῖς γραφαῖς
Ἢ καὶ προθέντες τῆς γραφῆς τὸ χρήσιμον.
Νυνὶ δὲ φήσω πῶς τὸ πρῶτον δεῖ ποιεῖν.
Ἀμμωνιακοῦ μὲν γὰρ γο ι΄.
Εἴτ’ οὐγγίας ἐθέλει τις εἴτ’ ἄλλον σταθμὸν,
Τὸ δ’ αὐτὸ λιβάνου, χαλβάνης δὲ δ΄.
Ἐλαφείου μυελοῦ δ΄. καὶ δ΄.
Τῆς Ἀττικῆς πέμπουσι ταὐτὸν οἰσύπου,
Τερμινθίνης τε τῆς διαυγοῦς δ΄.
Μέλιτος καλοῦ τε προσφάτου πάλιν ι΄.
Ἴσον τε τούτῳ Ποντικοῦ κηροῦ σταθμὸν,
Στέατός τε χηνὸς προσφάτου μαλακοῦ ι΄.
Οἴνου Φαλερίνου ε΄. κοτύλας ἢ βραχὺ
Ἐλάττονας ἢ καὶ βραχὺ δαψιλεστέρας,
Παλαιοῦ τ’ ἐλαίου τοῦ καλοῦ δὶς κ΄.
Πειρῶ δὲ τοῦτο μὴ δυσῶδες προσβαλεῖν,
Οὕτως γὰρ ἔσται προσφιλὲς τοῖς χρωμένοις.
Σκεύαζε δ’ οὕτως. ἐν θυείᾳ μείζονι
Λίβανον καταθλάσας εἰς βραχεῖς χόνδρους πάνυ
Ἀμμωνιακόν τε παραχέων οἶνον εὐθέως,
Ἀφείς τε ταῦτα διαβραχῆναι συμμέτρως,
Λέαινε τῷ δοίδυκι καὶ μέλιτος πάχος
Ποιῶν, ἀποδίδου τὸ μέλι καὶ τὴν οἴσυπον
Καὶ τὸν ἐλάφειον μυελὸν, εἶτα ταῦθ’ ἑνῶν
Ἐν τῇ θυείᾳ, τῆκε κηρὸν ἐν χύτρᾳ
Καὶ πᾶν ἔλαιον καὶ στέαρ καὶ χαλβάνην
Τερμινθίνην τε καὶ τακῆναι πάντ’ ἀφεὶς,
Κατὰ τῶν ἐνόντων τῇ θυείᾳ καταχέων,
Καὶ μικρὰ δοίδυκι κινήσας, ἵν’ ὑποψυγῇ,
Ταῖς χερσὶν ἀνάτριβε τότε ταῦτα πάνθ’ ὁμοῦ,
Ἕως ἂν ἑνωθῇ πάντα καὶ μέλιτος λάβῃ
Ὑγροῦ καλοῦ τε τὸ πάχος, οὕτως τ’ ἀποτίθου
Εἰς κασσιτερινὸν σκεῦος ἢ καὶ πύξινον,
Χρώμενος ἐπιμελῶς, ὡς κρατίστῳ φαρμάκῳ.