Ancient Greek
Book 7, lines 7.16.52-7.16.98
Galen, De compositione medicamentorum per genera 7.16.52-98
Not analysed yet
Ἔστιν δὲ καὶ γυναιξὶ συμφορώτατον
Ὅσαις ἐγένετο φλεγμονὴ τῆς ὑστέρας
Τὰς σκληρίας φέρουσα καὶ σκιῤῥου φόβον,
Ἐφ’ ὧν κέλευε πεσσαρίῳ τὸ φάρμακον
Ἐγχρισθὲν οὕτως προστιθέναι ταῖς ὑστέραις.
Ποιεῖ δὲ τοῦτο καὶ πρὸς ὠτίων πόνους
Τοὺς χωρὶς ἕλκους, τοὺς σφοδροὺς δίχα ῥεύματος,
Σεργητικοῦ δὲ μῖξον ἰρίνου μύρου
Μέρος δ΄. ἢ γ΄. τῷ φαρμάκῳ,
Θερμῷ τε δεύσας ἔριον ἔνθες τῷ πόρῳ.
Καὶ χλωράκοπον τοῦτο δραστικὸν πάνυ,
Διὸ ταῖς καταρχαῖς τῶν πόνων μᾶλλον ποιεῖ,
Ἀρθριτικοῖς τε καὶ ποδαγρικοῖς συμφέρει,
Πρὸ τῶν βαλανείων τριβομένοις τῷ φαρμάκῳ,
Πόδας τε καὶ τὰ νεῦρα τὰ πεπαχυσμένα.
Οὕτω γὰρ ἔγνων γενομένους ὑγιεῖς τινας.
Ἔχει δὲ λιβανωτοῦ καλοῦ λίτραν α΄.
Ἀμμωνιακοῦ δὲ θυμιάματος λίτρας β΄.
Ἀφρονίτρου τε λευκοτάτου λίτραν α΄.
Τὸ δ’ αὐτὸ καθάρας οἰσύπου τῆς Ἀττικῆς,
Σμύρνης τε χρηστῆς, χαλβάνης τῆς ἀξύλου,
Ὀποπάνακός τε τοῦ καθαροῦ. τούτων καθ’ ἓν
Στήσας ἐπιμελῶς γο δὶς δ΄.
Εὐφορβίου γο δ΄. τοῦ προσφάτου,
Ἴσας τε ταύταις τραχέος λιμνησίου.
Καλοῦσι δὲ τοῦτ’ ἀδάρκην, οἱ τὰ μίγματα
Ἐν Ἰταλίᾳ πωλοῦντες οἵ τ’ ὠνούμενοι,
Κηροῦ σφόδρα καλοῦ Ποντικοῦ λίτρας β΄.
Τερμινθίνης τε τῆς καθαρᾶς λίτρας β΄ S".
Δαφνίνου ἐλαίου καὶ κυπρίνου καὶ γλευκίνου
Λίτραν μίαν ἑκάστ’, ἰρίνου Σεργητικοῦ,
Παλαιοῦ δ’ ἐλαίου, σχινίνου τε προσφάτου,
Τούτων ἑκάστου δύο πάλιν λίτρας σταθμῷ,
Ὄξους τὸ μέτριον. τούτῳ καὶ τὰ μίγματα
Τὰ ξηρὰ τρίψας ἐπὶ τὸν αὐτάρκη χρόνον,
Λείου ἐπιμελῶς προσβαλεῖς, τήξας μύρα,
Κηρόν τε, χαλβάνην τε καὶ τερμινθίνην,
Ὀπόν τε πάνακος, τἄλλα θ’ ὑγρὰ μίγματα,
Καὶ κατακενώσας θερμὰ καὶ ζέοντ’ ἔτι
Κατὰ τῆς θυείας. τῶν γ’ ἐν αὐτῷ μιγμάτων
Ἀνάτριβε τῷ δοίδυκι χειρί τ’ εὐτόνως,
Καὶ πάνθ’ ἑνώσας ἀποτίθου τὸ φάρμακον
Εἰς πυξίδ’ οἵαν εἶπον ἔμπροσθεν βραχύ.
Θαῤῥῶν δ’ ἐπὶ πάντων κέχρησο τῶν κεχρονισμένων.
Καὶ τοῦτο δ’ ἄκοπον εὐπόριστον καὶ καλὸν,
Καὶ μάλιστα χειμῶνος, ἔν γε ταῖς ὁδοῖς
Τοῖς εὐαλώτοισιν βοηθεῖν δυνάμενον.