Ancient Greek
Book 7, lines 7.16.99-7.16.146
Galen, De compositione medicamentorum per genera 7.16.99-146
Not analysed yet
Ἔχει δὲ καθαροῦ χαλβάνου γ΄. γο.
Ὀποπάνακος δὲ προσφάτου γο μίαν.
Ἄνθους ἁλὸς γ΄. οἰσύπου δὲ. δ΄.
Ἀμμωνιακοῦ θυμιάματος τοῦ καλοῦ
Λίτρας η΄. κηροῦ λίτραν α΄. πιτυΐνης πεφρυγμένης,
Τῆς μὴ δυσώδους γο δὶς δ΄.
Λίτραν τ’ ἐλαίου τοῦ Σαβίνου δὶς δ΄.
Πλεῖόν τε τοῦ χειμῶνος, ὡς λίτραν βάλ’ εἰς
Οἴνου Φαλερίνου μέλανος γο ι΄.
Σκεύαζε δ’ οὕτως. ἐν θυείᾳ
Ἀμμωνιακὸν κατάθλασον, εἶτ’ οἶνον βαλὼν,
Διάβρεξον ὀλίγον καὶ λεάνας ἐπιμελῶς,
Πρόσβαλλ’ ἁλὸς ἄνθους καὶ τὸν οἴσυπον τότε,
Εἶτ’ ἐκλεαίνων καὶ μέλιτος ποιῶν πάχος,
Τὰ τηκτὰ τήξας, ὕστερον τὴν χαλβάνην
Καὶ τὸν ὀποπάνακα προσβαλὼν τῆξον πάλιν,
Κατάχει τε τῶν ἔμπροσθε λείων γεγονότων
Ἐν τῇ θυείᾳ καὶ καλῶς ἡνωμένων,
Οὕτω τε μίξας θερμὸν ἔτι τὸ φάρμακον
Ταῖς χερσὶν, ἀπόθου εἰς ὑελοῦν ἀγγεῖον.
Καὶ μυράκοπον δὲ τοῦτο τῶν ἄγαν καλῶν.
Ἡδὺ γὰρ ὑπάρχει καὶ βοηθεῖ δραστικῶς
Πρὸς τοὺς πόνους, οὓς εἶπον ἔμπροσθεν βραχύ.
Στακτῆς δὲ ἔχει τῆς καλῆς τρεῖς οὐγγίας,
Ὀποβαλσάμου γ΄. καὶ μέλιτος γ΄. Ἀττικοῦ,
Κηροῦ τε καθαροῦ Ποντικοῦ γ΄. κροκίνου,
Μύρου δὲ Συριακοῦ γο δ΄.
Ἀμμωνιακοῦ λευκοτάτου, λείου τε ἁλός.
Γο β΄. μίαν δὲ καὶ ἓν μέρος
Τερμινθίνης λευκῆς τε καὶ κεκαθαρμένης,
Τοῦ κινναμώμου δὲ καὶ μαλαβάθρου λίτραν
Μίαν προσαπόδος καὶ μέρος λίτρας τρίτον.
Ἂν μὴ παρῇ δὲ μαλάβαθρόν σοι κατὰ τύχην,
Πρόσβαλλε νάρδου ταὐτὸ τῆς Γαγγίτιδος.
Μύρον δὲ τοῦτο τῶν μετρίως ἐστὶν καλῶν,
Ἱκανῶς δὲ φαρμακῶδες, ὡς οὐκ ἄλλο τι.
Ἢ ταὐτὸν ὁμοίως ἰρίνου Σεργητικοῦ,
Ἢ Κυζικηνοῦ, τοῦτο δὲ ἀμαρακίνου.
Τούτοις δὲ χρήσει μὴ παρόντος, ὡς ἔφην,
Τοῦ μαλαβάθρου. μέτριον γὰρ οἶμαι μυράκοπον,
Οὐδὲν ἔλαττον ὠφελοῦν τοὺς χρωμένους.
Σκεύαζε δ’ οὕτως. ἀναλεάνας ἐπιμελῶς
Πρόσβαλλε τὸ μέλι καὶ λεάνας συμμέτρως,
Στακτήν τε μίξας κὠποβάλσαμον, πάλιν
Λέαινε ἐπιμελῶς καθαρὰν τερμινθίνην,
Κηρόν τε καὶ τὸ κρόκινον εἰς διπλοῦν βαλὼν
Ἀγγεῖον ὕδατι τῆκε τὰ προειρημένα,
Περὶ δεῖλον ἐν ἑτέρᾳ χύτρᾳ.