Ancient Greek
Book 10
Galen, De compositione medicamentorum secundum locos 10.ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Κ..1
Not analysed yet
Ὅτι μὲν νεφριτικὰς ἀντιδότους τε καὶ δυνάμεις ὀνομάζουσιν ὅσαι νεφροὺς πάσχοντας ὠφελοῦσιν ἐξ αὐτῆς τῆς προσηγορίας δῆλον. ἔστι δὲ αὐτῶν ἡ διαφορὰ ἡ γενικωτάτη διττή. τινὲς μὲν γὰρ τοὺς λιθιῶντας νεφροὺς ὀνίνασιν, ἔνιαι δὲ τοὺς φλεγμονώδεις τε καὶ ἑλκώδεις, αἵπερ καὶ πρὸς τὴν κύστιν ὁμοίως πάσχουσαν ἁρμόττουσιν. ἐναντιώταται δέ εἰσιν ἀλλήλαις αἱ δυνάμεις τῶν εἰρημένων φαρμάκων. πρὸς μὲν γὰρ τὰς φλεγμονώδεις καὶ ἑλκώδεις διαθέσεις συντιθέμεναι παρηγορικῶν δέονται φαρμάκων. ἐπεὶ δ’ ἀδύνατόν ἐστι ταῦτα διὰ ταχέων ἀφικέσθαι πρὸς τὰ κατὰ νεφροὺς χωρία, διὰ ταῦτα αὐτοῖς μίγνυμεν διουρητικὰ φάρμακα· τὰ δὲ τοῖς λιθιῶσιν ἀρήγοντα μιᾶς δεῖται δυνάμεως τῆς τέμνειν καὶ διαῤῥύπτειν πεφυκυίας μετὰ θερμότητος ἐπιφανοῦς. ἔστι δὲ τὰ τοιαῦτα σχεδὸν ἅπαντα πικρά. καθάπερ οὖν ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐπὶ τούτων τὴν πεπειραμένην ὕλην ἐφεξῆς γράψω, τὴν ἀρχὴν ἀπὸ τῶν πρὸς τὰς ἑλκώδεις τε καὶ φλεγμονώδεις διαθέσεις ἁρμοττόντων ποιησάμενος, ἀφ’ ὧν καὶ οἱ περὶ τὸν Ἀνδρόμαχόν τε καὶ Ἀσκληπιάδην ἀρξάμενοι μετέβησαν ἐφεξῆς ἐπὶ τὰς λίθους θρυπτούσας. [Αἰ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι νεφριτικαὶ πρὸς τὰς ἐν νεφροῖς καὶ κύστει διαθέσεις.] Πότημα. ♃λινοσπέρματος, μήκωνος λευκοῦ σπέρματος, σικύου σπέρματος, τραγακάνθης ἀνὰ δραχ. β΄. ἀμύλου δραχ. δ΄. δι’ ὕδατος τροχίσκους ἀναλάμβανε, δίδου πρὸς κύστιν ἡλκωμένην καὶ δυσουρίαν. ἄλλο. ♃στροβίλους λ΄. ἀμύγδαλα κ΄. φοίνικας ιε΄. τραγακάνθης δραχ. δ΄. χυλοῦ γλυκυῤῥίζης δραχ. β΄. κρόκου ὀβολὸν α΄. σμύρνης ὀβολὸν α΄. διεὶς οἴνῳ προτρόπῳ, ὡς ἐπιτηδείῳ χρῶ. ἄλλο πρὸς τὰς ἐν κύστει διαθέσεις καὶ ἑλκώσεις. τροχίσκος ᾧ χρῶμαι. ♃σικύου σπέρματος δραχ. ιβ΄. ὑοσκυάμου σπέρματος δραχ. στ΄. κωνείου σπέρματος, ὀπίου, μαράθρου, κρόκου ἀνὰ δραχ. γ΄. κασσίας δραχ. δ΄. ἀμύγδαλα ι΄. κάρυα Ποντικὰ ι΄. σελίνου σπέρματος δραχ. στ΄. μαλάχης ἀγρίας σπέρματος δραχ. γ΄. γλυκεῖ Κρητικῷ ἀναλαβὼν δίδου τριώβολον ἀπυρέτοις ἐν γλυκεῖ, ἔν τισι κωνείου δραχ. στ΄. ἄλλο πρὸς τὰ αὐτὰ καὶ ἀλγήματα κύστεως. ♃κρόκου, βήσασα σπέρματος, μαλάχης ἀγρίας σπέρματος ἀνὰ δραχ. στ΄. ὑοσκυάμου σπέρματος δραχ. ιβ΄. ὀπίου δραχ. στ΄. σελίνου σπέρματος δραχ. ιβ΄. κάρυα Ποντικὰ η΄. ἀμύγδαλα κ΄. σικύου σπέρματος δραχ. ιβ΄. μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος μετ’ οἰνομέλιτος κυάθων τριῶν. ἄλλο, πρὸς τοὺς αἱμοῤῥοοῦντας ἀπὸ κύστεως. ♃σχιστῆς δραχ. α΄. τραγακάνθης δραχ. β΄. κόμμεως ὀβολὸν α΄. ἐν γλυκεῖ δίδου ὀβολοὺς β΄. ποτὲ δὲ ὀβολὸν α΄. πρὸς τὰς ἐν κύστει διαθέσεις οὐρητικὰ ἀπὸ Μακεδόνος καὶ πρὸς ἡπατικοὺς, ὑδρωπικοὺς, ἰκτερικοὺς, νεφριτικοὺς καὶ πάντα τὰ περὶ τὴν κύστιν συμπτώματα, θρύπτει λίθους. ♃ἀκόρου δραχ. ν΄. φοῦ δραχ. κε΄. νάρδου Κελτικῆς δραχ. κδ΄. δαύκου σπέρματος δραχ. κβ΄. κινναμώμου δραχ. λβ΄. μήου δραχ. ιστ΄. ἀσάρου δραχ. κδ΄. πετροσελίνου δραχ. ιστ΄. ὀποβαλσάμου δραχ. ιστ΄. καὶ τοῦ καρποῦ τὸ αὐτὸ, κρόκου δραχ. κδ΄. σμύρνης δραχ. κ΄. γλυκείας ῥίζης δραχ. ιστ΄. νάρδου Ἰνδικῆς δραχ. ιστ΄. κασσίας δραχ. ιβ΄. ἀμώμου δραχ. ιστ΄. σταφίδος δραχ. η΄. τραγακάνθης δραχ. θ΄. τὰ ξηρὰ ἀναλαμβάνων μέλιτι, τὴν τραγάκανθαν οἴνῳ Ἀμιναίῳ βρέχων, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος, μετ’ οἴνου κυάθων τεσσάρων, πυρέττουσιν ἐν μελικράτῳ. ἄλλο πρὸς τὰ ἐν κύστει ἕλκη καὶ φλεγμονάς. ♃στροβίλους κ΄. σικύου σπέρματος ἡμέρου κόκκους μ΄. ἀμύλου τριώβολον, λιβανωτοῦ, νάρδου ἀνὰ δραχ. α΄. σελίνου σπέρματος κυάθους β΄. ἐν ὕδατος ξε. α΄. ἕψεται νάρδος σέλινον, εἶτα τοῦ ἀφεψήματος μίγνυνται τοῖς προγεγραμμένοις κύαθοι β΄. πρὸς λιθιῶντας, ὡς βάσσα ἡ Μαρίου ἐθεραπεύθη, ὥστε θρύπτειν καὶ αὖθις μὴ συνίστασθαι. ♃κασσίας δραχ. β΄. σελίνου σπέρματος δραχ. γ΄. σμύρνης μιναίας δραχ. δ΄. πεπέρεως λευκοῦ δραχ. β΄. λιβάνου δραχ. γ΄. λίθου Συριακοῦ ἄῤῥενος δραχ. α΄ ἢ τοῦ θήλεος δραχ. α΄. σταφυλίνου σπέρματος, ἀνίσου ἀνὰ δραχ. β΄. στύρακος δραχ. γ΄. ἴρεως Ἰλλυρικῆς δραχ. γ΄. μήκωνος λευκῆς σπέρματος δραχ. β΄. ναρδοστάχυος ἴσον, ἀμυγδάλων πικρῶν καθαρῶν, ἀσάρου ἀνὰ δραχ. γ΄. σμυρνίου σπέρματος, κυπέρου ἀνὰ δραχ. β΄. μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, δίδου καθ’ ἡμέραν· πρὸς λιθιῶντας, θραύουσα καὶ κατὰ μικρὸν ἐκκρίνουσα, μέχρις οὗ καθαρίσῃ τὴν κύστιν, εἶτα διαυγὲς ἀπουρήσῃ· καὶ τὸ μέγιστον, ἀποθεραπεύει, ὡς μηκέτι γεννᾶσθαι. ♃δαύκου σπέρματος, ἀνίσου, σικύου σπέρματος, πετροσελίνου, σμύρνης ἀνὰ δραχ. στ΄. κασσίας δαφνίτιδος, κινναμώμου, νάρδου Κελτικῆς ἀνὰ δραχ. δ΄. λεῖα ποιήσας ἀναλάμβανε σὺν ὕδατι, ἡλίκα θέρμος μικρὸς καὶ δίδου νήστεσι καθ’ ἡμέραν, ἐπὶ ἡμέρας λ΄. σὺν ὕδατος κυάθοις γ΄. τοῦτο, ὡς παρελάβομεν, μετά τινος θρησκείας σκευάζεται. ξυλίνῳ γὰρ ὅλμῳ καὶ ὑπέρῳ κόπτεται, καὶ τὸν κόπτοντα δεῖ μήτε δακτυλίδιον ἔχειν σιδηροῦν μήτε ὑποδήματα ἡλοκοπημένα. τοῦτο ἀπὸ Ῥουστίκου ὡς μυστήριον ἐλάβομεν. πρὸς νεφριτικοὺς καὶ ῥεῦμα πᾶν, ὡς Ἀπολλώνιος. ♃μανδραγόρου φλοιοῦ πεφωγμένου δραχ. α΄ S". ὑοσκυάμου σπέρματος πεφωγμένου, μήκωνος μελαίνης σπέρματος πεφωγμένου ἀνὰ δραχ. α΄ S". ἀνίσου πεφωγμένου δραχ. α΄ S". τραγακάνθου, φοινικοβαλάνων τῆς σαρκὸς ἀνὰ δραχ. γ΄. μετὰ μέλιτος δίδου. [Αἱ ὑπ’ Ἀσκληπιάδου γεγραμμέναι νεφριτικαί.] Ἀντωνίου Μούσα. ♃πιτυΐδων κεκομμένων καὶ κεκοσκινισμένων δραχ. κ΄. μήκωνος μελαίνης σπέρματος, τραγακάνθης ἀνὰ δραχ. β΄. νάρδου Κελτικῆς, κρόκου, ἀνίσου ἐπτισμένου, δαύκου Κρητικοῦ τῆς ῥίζης, γλυκείας ῥίζης ἀνὰ δραχ. α΄. κόστου τριώβολον, σκεύαζε διὰ προτρόπου καὶ ἀνελοῦ εἰς πυξίδα καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος καὶ προτρόπου κύαθον α΄. καὶ ὕδατος θερμοῦ κυάθους β΄. ἄλλο. ♃σικύου ἡμέρου σπέρματος πεφωγμένου δραχ. γ΄. μαλάχης καρποῦ δραχ. ε΄. στροβίλου πεφωγμένου δραχ. στ΄. σελίνου σπέρματος δραχ. ζ΄. λινοσπέρματος δραχ. α΄. ἀμυγδάλων πικρῶν κεκαθαρμένων δραχ. θ΄. ἀναλάμβανε γλυκεῖ καὶ δίδου καθὰ προείρηται. ἄλλο νεφριτικοῖς Ὀνησιδήμου. ♃ἀμυγδάλων πικρῶν δραχ. ιστ΄. δαύκου Κρητικοῦ σπέρματος, μαλάχης καρποῦ ἀνὰ δραχ. στ΄. ἴρεως ἀγρίας ῥίζης δραχ. η΄. κέρατος ἐλαφείου κεκαυμένου, τραγακάνθης, νάρδου Κελτικῆς, σικύου ἡμέρου σπέρματος ἀνὰ δραχ. στ΄. γλυκέος, ὅσον ἐξαρκεῖ, σκεύαζε καθὰ προείρηται. ἄλλο φάρμακον ἐπιτετευγμένον. τούτῳ ἔσμεν πολλοὺς χρησαμένους νεφριτικοὺς καὶ τῆς ὅλης ἀπαλλαγέντας διαθέσεως. δεῖ δὲ ἐπὶ πολλὰς ἡμέρας ἐπιμένειν τῷ φαρμάκῳ, δίδοται καὶ λιθιῶσι καὶ κωλικοὺς θεραπεύει καὶ τὰς περὶ κύστιν διαθέσεις, ἔχει δὲ οὕτω. ♃καρύων Ποντικῶν κεκαθαρμένων, ἀμυγδάλων πικρῶν κεκαθαρμένων, σικύου σπέρματος κεκαθαρμένου ἀνὰ δραχ. γ΄. κωνείου σπέρματος, κρόκου, μαλάχης σπέρματος, ὀπίου ἀνὰ δραχ. στ΄. ὑοσκυάμου λευκοῦ σπέρματος, σελίνου σπέρματος ἀνὰ δραχ. ιβ΄. ἀναλάμβανε τροχίσκους μέλιτι ἀναπλάττων καὶ δίδου τριώβολον καὶ μελικράτου θερμοῦ κυάθους γ΄. ἐν ἄλλῳ καὶ βήσασα δραχ. στ΄. ἄλλο πρὸς τὰς ἐν νεφροῖς πωρώδεις ὑποστάσεις, Ὀνησιδήμου. σύμφυτον καὶ σίον καὶ ἀρτεμόνιον ἕψε μετ’ οἴνου καὶ τὸ ὑγρὸν ἐκθλίψας δίδου κυάθους δύο καὶ ὕδατος τὸ ἴσον. ἄλλο. μαλάχης ἀγρίας τὴν ῥίζαν καὶ πηγάνου ἀγρίου ῥίζαν καὶ ὀρεοσελίνου ῥίζαν, ἕψε μετ’ οἴνου καὶ καθὰ προείρηται δίδου. ἄλλο πρὸς λιθιῶντας καταπαστόν. ♃βαλσάμου καρποῦ μέρη β΄. λίθου τοῦ ἐν σπόγγοις εὑρισκομένου τὸ ἴσον, γλήχωνος ξηρᾶς, μαλάχης ἀγρίας σπέρματος, ὠκίμου ξηροῦ ἑκάστου τὸ ἴσον, κόψας καὶ σήσας, ἀπόθου καὶ δίδου κοχλιάριον καὶ οἴνου κεκραμένου κυάθους δύο. ἄλλο. στρουθίου ῥίζης μέρος ἓν, ἴριδος ἀγρίας ξηρᾶς ἴσον, ὀξαλίδος ξηρᾶς τὸ ἴσον, ἀνεμώνης ἐχούσης τὸ ἄνθος μήλινον ξηρᾶς τοσόνδε, κόψας καὶ σήσας καθὰ προείρηται χρῶ. καταπότια Ἡρακλείδου Ταραντίνου, διαλύει τοὺς ἐν κύστει πώρους, ἀγαθὰ δὲ καὶ πρὸς στραγγουρίαν. ♃πεπέρεως, χαλβάνης ἀνὰ δραχ. α΄. ὀποῦ Λιβυκοῦ δραχ. β΄. σμύρνης δραχ. δ΄. προτρόπου τὸ ἱκανὸν, ποίει καταπότια ἐρεβίνθου τὸ μέγεθος καὶ δίδου τρία καὶ γλυκέος ἐπιπιεῖν κυάθους δύο. ἄλλο. ♃ἀμμωνιακοῦ θυμιάματος, πεπέρεως, ἀφρονίτρου ἀνὰ δραχ. α΄. βαλσάμου καρποῦ δραχ. β΄. σμύρνης δραχ. δ΄. ἀναλάμβανε προτρόπῳ καὶ ποίει καταπότια ἐρεβίνθου τὸ μέγεθος καὶ δίδου τρία καὶ οἴνου γλυκέος ἐπιῤῥοφείτω τεταρτημόριον, δίδου δὲ ἐπὶ ἡμέρας μη΄. προλούων. τροχίσκος διουρητικὸς, κατάγει λίθους καὶ πωρώδεις ὑποστάσεις. ♃ἀσάρου, πετροσελίνου, φοῦ, μήου ἀνὰ δραχ. δ΄. ἀκόρου, ἀνίσου σπέρματος, δαύκου σπέρματος, ὀρεοσελίνου, καρποῦ βαλσάμου, τραγακάνθης ἀνὰ δραχ. β΄. τὴν τραγάκανθαν γλυκεῖ διαλύσας, ἐπίβαλλε τοῖς ξηροῖς καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου τριώβολον μετὰ γλυκέος κεκραμένου κυάθων β΄. ἄλλο Χαρικλέους, κατάγει ψαμμώδεις ὑποστάσεις, ποιεῖ πρὸς τὰς μεθ’ ἑλκώσεως διαθέσεις. ♃σελίνου σπέρματος, πετροσελίνου. σπέρματος, ἀνίσου ἀνὰ δραχ. ιστ΄. σχοίνου ἄνθους, κρόκου, τραγακάνθης ἀνὰ δραχ. στ΄. δαύκου Κρητικοῦ σπέρματος, πεπέρεως λευκοῦ ἀνὰ δραχ. δ΄. σκεύαζε καθὰ προείρηται καὶ δίδου δραχ. α΄. μετὰ προτρόπου κεκραμένου κυάθων γ΄. Ἀντίδοτος ἡ διὰ τῶν λίθων, ὡς Μιθριδάτης, ποιεῖ νεφριτικοῖς καὶ πρὸς τὰς περὶ κύστιν διαθέσεις θρύπτει λίθους καὶ πώρους διαλύει. ♃σμυρνίου σπέρματος, κυπέρου, ναρδοστάχυος, μήκωνος λευκῆς σπέρματος, κινναμώμου, κασσίας σύριγγος, πεπέρεως λευκοῦ σταφυλίνου σπέρματος ἀνὰ γο α΄. λιβάνου ἀτμήτου, σελίνου σπέρματος, κρόκου, στύρακος, ἴρεως, ἀμυγδάλων πικρῶν, ἀκόρου, ἑκάστου γο α΄ S". λίθου Συριακοῦ θήλεος ἢ ἄῤῥενος γο S". σμύρνης μινναίας γο β΄. μέλιτι φύρα. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλη ἡ τοῦ Βιεννίτου, φάρμακον ἐπιτετευγμένον, ἀνώδυνον, χρήσιμον καὶ νεφριτικοῖς καὶ πρὸς τὰς περὶ κύστιν ἑλκώσεις καὶ λίθους θρύπτει καὶ πηλὸν ἀπουρεῖν ποιεῖ. ♃ἴρεως δραχ. δ΄. μήου, σεσέλεως, χαμαίδρυος, ὑπερικοῦ, κνεώρου, κάγχρυος, ἑκάστου τοσόνδε, ἀμώμου δραχ. η΄. κινναμώμου δραχ. ιβ΄. λιβανωτίδος ὀρεινῆς, νάρδου Ἰνδικῆς, κρόκου Κιλικίου, πετροσελίνου, πολίου, πηγάνου ἀγρίου σπέρματος, δικτάμνου Κρητικοῦ, ἑκάστου τὸ ἴσον, γλυκυῤῥίζης, λίθου Συριακοῦ ἄῤῥενος ἀνὰ δραχ. ιστ΄. θλάσπεως δραχ. κδ΄. ἄγνου καρποῦ, σμύρνης, σφονδύλου, ἑκάστου τοσόνδε, καρδαμώμου δραχ. μή. ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος καὶ οἰνομέλιτος κεκραμένου κυάθους δ΄. [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς τοὺς νεφριτικοὺς, ἐν τῷ δευτέρῳ τῶν κατὰ γένος φαρμάκων.] Τοὺς δὲ νεφριτικοὺς διαιτῶ προσηκόντως, ἐπιθεὶς μὲν κηρωτὴν ῥοδίνην μετὰ στύρακος, μαλαγματῶδες ποιήσας. σφόδρα ἔφη ἀξιολόγως ὁ παρὰ τῷ Φρίκῃ Λινοφόβῳ ἀντιπαθῶς βοηθεῖν εἰς ἀνασκευὴν, πρωτοτόμου καυλοῦ ἀφεψήματος κυ. β΄. νήστει διδομένους ἐπὶ ἡμέρας θ΄. ἐπίπασσε δὲ ἅλας ὀλίγους καὶ μᾶλλον ὀνίνησιν. ἄλλο. πότιζε ῥόδων φύλλων, ἀμυγδάλων λελεπισμένων, λιβάνου ἴσα, μήκωνος κωδυῶν τὸ διπλοῦν, προτρόπῳ ἀναλάμβανε καὶ εἰς κεραμεοῦν ἀγγεῖον ἀπόθου μὴ ἐν νοτίδι, δίδου δύο ὀβολοὺς μετὰ προτρόπου. ἔνιοι ἀντὶ τῶν ἀμυγδάλων ἄμυλον βάλλουσι, καὶ ἀντὶ προτρόπου ὕδατι μὲν ἀναλαμβάνουσι, ποτίζουσι δὲ μετὰ προτρόπου.