Ancient Greek
Book 10
Galen, De compositione medicamentorum secundum locos 10.2
Not analysed yet
Φύεται δὲ πολλὴ πανταχοῦ, μάλιστα δὲ
Παρὰ τοῖς παλαιοῖς μνήμασι, τοίχοισίν τε καὶ
Παρὰ ταῖς ὁδοῖσι ταῖς πάλαι τετριμμέναις,
Παρ’ αἷς γεωργὸς τὰ λήϊ’ οὔ ποτ’ ἤροσεν.
Ἀεὶ δὲ θάλλει, φύλλ’ ἔχουσα καρδάμου.
Ἔαρος μὲν εὐθαλῆ τε καὶ μείζω·
Καυλῷ δὲ αὐτῆς ὄντι μῆκος πήχεως,
Μικρῷ τ’ ἔλαττον καὶ πάλιν μικρῷ πλέον,
Θέρους περίκειται λεπτὰ φύλλα, μέχρι περ ἂν
Κρύους γενομένου, φρυγανώδη τἄλλα μὲν
Τὰ φύλλα ἀποβάλλει τε καὶ μαραίνεται,
Πρὸς τῇ δὲ ῥίζῃ προσπεφύκασίν τινα.
Φέρει δ’ ὁ καυλὸς ἐν θέρει λεπτὸν πάνυ
Πολύχροον ἄνθος, τῇ χρόᾳ γαλάκτινον,
Εἶτ’ ἐπακολουθεῖ παντελῶς τούτῳ βραχὺ
Σπέρματος, ἀκριβῶς αὐτὸ μηδ’ ὁρᾷν τινα.
Ἡ ῥίζα δὲ καὶ ὀσμὴν δριμυτάτην ἔχει,
Μάλιστα πάντων καρδάμῳ προσεμφερῆ.
Ταύτην ὀρύξας καὶ λαβὼν πλῆθος πολὺ,
Θέρους μάλιστα δ’ ἐστὶ πρακτικωτάτη
Καὶ πρόσφατος. ξηρὰ γὰρ ἀδρανὴς τυγχάνει,
Κόψας δ’ ἐπιμελῶς, ἔστι γὰρ καὶ δύσκοπος,
Ἀξουγγίῳ λίπανον ὀλίγῳ παντελῶς,
Εἶτα ἐπιθεὶς κοτύλῃ τε καὶ παντὶ σκέλει,
Δήσας τ’ ἄφες ὥρας μὴ μένειν ἐλάττονας,
Γυναιξὶ μὲν δύ’, ἀνδράσιν δὲ τέτταρας.
Εἶτ’ εἰς βαλανεῖον ἐσάγων αὐτοὺς, μηθενὶ
Μήτε προαλείψας μήτε χρίσας σμήγματι.
Σμικρᾶς δὲ νοτίδος γενομένης, εἰς τὴν μακρὰν
Καθεὶς, κράτησον, ἐπιφέρει γὰρ πολλάκις
Δηγμὸν φέροντ’ αἴσθησιν ἔνθερμόν τινα.
Μικρὸν δ’ ἀποβρέξας ἔξαγ’ αὐτοὺς ἔξωθεν,
Κᾂν ὦσι πολλῶν χερσὶν εἰσκεκομισμένοι,
Ἰδίοις ἕκαστος ἐξελεύσεται ποσί.
Μίξας δ’ ἐλαίῳ δαψιλεῖ βραχὺν πάνυ
Οἶνον ἀνάκοπτε καὶ συνάλειφ’ αὐτοὺς ὅλους.
Ἄρας τ’ ὀθονίοις, ἰκμάδα καὶ ἅπαν λίπος,
Σκέπασον τὸ κῶλον κουφοτάτοις ἐριδίοις.
Τἄλλα τε κέλευε πάντα πράττειν ὅσα θέλοις
Ἐν τοῖς συνήθεσιν ὄντα καὶ τοῖς ἡδέσι.
Τὸ γὰρ βοήθημ’ αὐτοτελὲς ὂν τυγχάνει,
Οὐ χρῇζον ἄλλου συμβάλλεσθ’ αὐτῷ τινος,
Κᾂν μὲν δίχα πόνου διαμένωσιν, ὃ γίνεται
Τὰ πολλὰ, χαίρων προσκύνει τὸ ῥιζίον.
Ἄν δὲ καταλειφθῇ τοῦ πάθους ἴχνος ἔτι,
Ἅπαν ἐπαλείψεις αὐτὸ χρίσει δευτέρᾳ,
Μέσας διαλιπὼν ἡμέρας ὡς εἴκοσι.