Ancient Greek
Book 10
Galen, De compositione medicamentorum secundum locos 10.3.1
Not analysed yet
[Περὶ τῶν ποδαγρικῶν καὶ ἀρθριτικῶν παθῶν.] Εἴρηται πρόσθεν ἐν τῷ περὶ τῆς ἰσχιάδος λόγῳ, ῥευμάτων ἔκγονα τὰ τοιαῦτα ὑπάρχειν πάθη, κατασκηπτόντων εἰς τὰς χώρας τῶν διαρθρώσεων, ὥστε καὶ τὴν θεραπείαν αὐτῶν ἑνὸς ἔχεσθαι τρόπου, τοῦ κενῶσαι τὸ κατασκῆψαν. ἔτι μὲν οὖν ἐπιῤῥέοντος αὐτοῦ, τῷ κοινῷ τῶν ἐπιῤῥεόντων χυμῶν λόγῳ τὸν σκοπὸν τῶν βοηθημάτων ὑποβάλλειν χρὴ ἀποκρουομένους καὶ ἀναστέλλοντας. ἐπειδὰν δὲ μηκέτι ἐπιῤῥέῃ, διαφοροῦντας τὸ κατασκῆψαν. ἡ δὲ ὕλη τῶν φαρμάκων δι’ ὧν ταῦτα γίνεται πολυειδής ἐστιν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων παθῶν, νοησάντων μὲν ἐξ ἀρχῆς τῶν συνετωτέρων κατά τινα τεχνικὸν στοχασμὸν, ἄλλοτ’ ἄλλου τῇ πείρᾳ καὶ τῶν ἀρίστων κεκριμένων. διὸ κᾀγὼ καθάπερ ἐπὶ τῶν ἄλλων παθῶν, οὕτω κᾀπὶ τούτων τῶν πεπειραμένων τοῖς πρὸ ἐμοῦ γράψω τὰ κάλλιστα. [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς τὰ εἰρημένα πάθη ἐν τῷ τετάρτῳ τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.] Ἐπίθεμα ποδαγρικοῖς, ἀρθριτικοῖς ἀνώδυνον, ἡ χρῆσις ἐν αὐτοῖς τοῖς παροξυσμοῖς. ♃ὀποῦ μήκωνος δραχ. δ΄. κρόκου δραχ. α΄. λεάνας μετὰ γάλακτος βοείου ἢ αἰγείου καὶ ἄρτου τὸ ἐντὸς ἐπιβαλὼν τρῖβε φιλοπόνως, ὥστε εὐαφὲς εἶναι κατάπλασμα καὶ μαλάξας παράπτου ῥοδίνῳ καὶ χρῶ καταπλάσματι προσηνεῖ, ἔξωθεν ἐπιβαλὼν φυλακῆς χάριν φύλλα σεύτλου ἢ θρίδακος. ἔστι δ’ ὅτε τὸ ὄπιον καὶ τὸν κρόκον μετὰ γάλακτος λεάναντες, ἀναλαμβάνομεν κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου, ἔπειτα ἐμπλάσαντες εἰς ὀθόνιον ἐπιτιθέμεθα. ἄλλο. ♃στύρακος δραχ. β΄. ὀπίου δραχ. α΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ἄλλο. παραχρῆμα τὸν πόνον ἀπαλλάττει. δεῖ δὲ πρὸ τῆς ἐπιθέσεως τοῦ φαρμάκου τὸν πάσχοντα λούειν καὶ τότε περισμήξαντα τοὺς τόπους ἐπιτιθέναι. ♃ἀψινθίου Ποντικοῦ χυλοῦ, κρόκου, ὀπίου ἀνὰ δραχ. α΄. κηροῦ Ποντικοῦ δραχ. δ΄. ἰρίνου μύρου δραχ. στ΄. γλυκέος Κρητικοῦ ὅσον ἐξαρκεῖ, διάλυε ὄπιον, ἀψίνθιον, κρόκον, καὶ ὅταν διαλυθῇ, ἀναλάμβανε τοῖς τηκτοῖς καὶ εἰς ὀθόνιον ἑλκύσας ἐπιτίθει. ἄλλο. ♃κωνείου σπέρματος ἐκλελεπισμένου δραχ. στ΄. κρόκου δραχ. α΄. ὀπίου δραχ. α΄. γλυκέος Κρητικοῦ ὅσον ἐξαρκεῖ, καὶ λεάνας ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου. [Ἐπίθεμα ποδαγρικῶν, ἀρθριτικῶν, ποιεῖ πρός τὰς μεγίστας διαθέσεις, ᾧ ἐχρήσατο Ἐρασίστρατος ὁ Σικυώνιος.] Καππάρεως ῥίζης κεκομμένης καὶ σεσησμένης χοῖνιξ εἷς, ὑοσκυάμου σπέρματος χοίνικος S". χαμαιλέοντος μέλανος ῥίζης χοίνικος τέταρτον, κωνείου σπέρματος χοίνικος δ΄. μανδραγόρου ῥίζης χοῖνιξ α΄. στρύχνου, οἱ δὲ δορυκνίου ῥίζης χοίνικος τέταρτον. ἅπαντα μίξας κεκομμένα καὶ σεσησμένα ἀπόθου εἰς ἄγγος κεραμεοῦν καὶ φιμώσας ἐπιμελῶς φύλαττε. ἐν δὲ τῇ χρήσει λαβὼν χοίνικος τέταρτον καὶ γλυκεῖ λεάνας καὶ βαλὼν εἰς ἄγγος κεραμεοῦν ἀκονίατον, ἐπίβαλλε τρυγὸς ξηρᾶς κοτύλης τέταρτον καὶ θεὶς ἐπ’ ἄνθρακας, ἕψε κινῶν ἐπιμελῶς, ἕως δὶς ἢ τρὶς ἀναζέσῃ, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς κατάπλαττε θερμότατον ἢ ὡς δύναται φέρειν. δεῖ δὲ πρὸ τοῦ καταπλάσματος τοὺς πόδας καταιονῆσαι πολλῷ ὕδατι ψυχρῷ καὶ περισπογγίσαντας χρῆσθαι τῷ φαρμάκῳ. ἔπειτα δὲ τὸ κατάπλασμα δι’ ὀθονίων λεπτοτάτων εἰς ὄξος ἐμβάπτοντας ἐπιτιθέναι, καὶ ταινιδίῳ ἐπικαταλαβόντας, ἐᾷν ἐπικείμενον τὸ φάρμακον ἐπὶ ὥρας δύο, καὶ μετὰ ταῦτα αἴροντας τὸ ἐπικείμενον, τὰς ἐπαναστάσας φλυκτίδας βελόναις δεῖ κεντεῖν. ἀπὸ τούτων γὰρ ὑγρὸν ἀποῤῥεῖ μυξῶδες καὶ πολὺ καὶ κολλῶδες. μετὰ δὲ τὴν τῶν τοιούτων ὑγρῶν ἔκκρισιν χρὴ πολλῷ ὕδατι ψυχρῷ τοὺς πόδας καταντλεῖν καὶ πάλιν χρῆσθαι τῇ ἐπιθέσει τοῦ φαρμάκου, καθὰ προείρηται, ἀντὶ τοῦ ὄξους χρωμένους ὕδατι ποτίμῳ καὶ τὸ ἐπιτιθέμενον ὀθόνιον ὕδατι ψυχρῷ βρέξαντας. [Ἄλλο τοῦ αὐτοῦ. τούτῳ ἀντὶ σικύων καὶ βδελλῶν χρώμεθα, ὥστε ἐκμυζῆσαι ἰχῶρας αἱματώδεις, ποιεῖ καὶ πρὸς πώρους καὶ πρὸς σκίῤῥους, ὥστε διαλῦσαι.] ♃Τήλεως ἀληλεσμένης ξε. α΄. λίθου Ἀσίου τοῦ ἄνθους ξε. α΄. ἀλεύρου ἐρεγμίνου τοῦ μέλανος συναληλεσμένου, ἀλεύρου θερμίνου ἀνὰ ξέστην ἕνα. πάντα μίξας καὶ ὕδατι θερμῷ φυράσας ἐπιτίθει θερμῷ καὶ ταινιδίῳ καταλάμβανε. δεῖ δὲ πρότερον καταντλῆσαι τοὺς πάσχοντας τόπους ἢ καὶ τούτους λούοντας ἐμβιβάζειν. ἤδη δὲ τῶν ἐπικειμένων ἐπιδέσμων ᾑμαγμένων καὶ διαβρόχων γιγνομένων, αἴρομεν τὸ φάρμακον, καὶ τοὺς τόπους ἀποπυριάσαντες χρώμεθα τῷ διὰ πικρῶν ἀμυγδάλων καὶ μαλάγματι ἔχοντι κρόκον καὶ ἴριν καὶ ἀριστολοχίαν. τοῦτο δ’ ἀναγέγραπται ἐν τοῖς ἀναγεγραμμένοις πρὸς ποδάγραν μαλάγμασιν. [Τροχίσκος ποδαγρικοῖς, ἀρθριτικοῖς. ἡ χρῆσις ἐν αὐτοῖς τοῖς παροξυσμοῖς.] ♃Ἀλόης λίτραν α΄. κενταυρείου χυλοῦ γο στ΄. λιβάνου ἀτόμου γο δ΄. σμύρνης γο δ΄. λίθου Ἀσίου τοῦ ἄνθους γο β΄. ὀπίου γο β΄. μανδραγόρου χυλοῦ γο β΄. στυπτηρίας σχιστῆς γο β΄. ἀναλάμβανε γλυκεῖ καὶ ποίει τροχίσκους. ἐν δὲ τῇ χρήσει ἐν γάλακτι διαλύων ἐπίχριε πτεροῖς καὶ κατὰ τοῦ χρίσματος ἐπίβαλλε ὀθόνιον γλυκεῖ δεδευμένον. ἄλλος, ὁ Ζεὺς ἐπικαλούμενος. ♃ἀλόης δραχ. ιβ΄. ὀπίου δραχ. η΄. μηκωνείου χυλοῦ δραχ. στ΄. ὑοσκυάμου χυλοῦ δραχ. στ΄. ἀκονίτου δραχ. δ΄. ὑποκυστίδος δραχ. στ΄. γλαύκου δραχ. η΄. κρόκου δραχ. ιβ΄. κόμμεως δραχ. κδ΄. μήλων μανδραγόρου δραχ. κ΄. ὄξους κοτύλας δύο. ἕψε μῆλα μετ’ ὄξους, καὶ ὅταν ἐκθλίψῃς, ἐπίβαλλε τοῖς προειρημένοις, καὶ διϋλίσας καὶ λεάνας ἐπιμελῶς, ἀνάπλαττε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἡ χρῆσις δεδήλωται. [Μάλαγμα ἀρθριτικοῖς, ποδαγρικοῖς, τὸ διὰ κωνείου καὶ ἀγαρικοῦ, φάρμακον ἐπιτετευγμένον.] ♃Κωνείου σπέρματος ξέστην α΄. ἀγαρικοῦ ξέστην α΄. τήλεως ξέστην α΄. νίτρου γο α΄. κηροῦ λίτραν μίαν, ῥητίνης φρυκτῆς λίτραν α΄. ἐλαίου παλαιοῦ λίτραν α΄. μυελοῦ ἐλαφείου γο δ΄. Ἰλλυρικῆς γο τέτταρας. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ, τὰ δὲ τηκτὰ τῆκε, εἶτα ἐάσας ψυγῆναι καὶ ἀναξύσας ἐπίβαλλε τοῖς ξηροῖς καὶ ἀνακόψας ἀνελόμενος χρῶ. τοῦ αὐτοῦ ἄλλο. ♃κηροῦ λίτραν α΄. ἐλαίου παλαιοῦ ἢ Σαβίνου ξέστην α΄. τήλεως ξέστην α΄. κωνείου ξε. S". ῥητίνης φρυκτῆς λίτραν α΄. νίτρου ἐρυθροῦ γο. ἐννέα, λίθου Ἀσίον ἄνθους γο στ΄. μυελοῦ ἐλαφείου γο β΄. Ἰλλυρικῆς γο δ΄. σκεύαζε καθὰ προείρηται. [Τοῦ αὐτοῦ ἄλλο μάλαγμα τὸ διὰ τῶν δᾳδίων, Τίτου Καίσαρος, ποδαγρικοῖς, ἀρθριτικοῖς, καὶ πᾶσαν σκληρίαν μαλάττει.] ♃Ἰξοῦ δρυΐνου λίτραν α΄ S". λιβάνου λίτραν α΄. κηροῦ λίτραν α΄. δᾳδίων λιπαρῶν λίτραν α΄. πιτυΐνης λίτραν α΄. ἕψε τὰ τηκτὰ κινῶν δᾳδίοις λιπαροῖς· καὶ ὅταν ἀποῤῥεύσῃ πᾶν τούτων τὸ λίπασμα, καθελὼν ἀπὸ τοῦ πυρὸς, ὕλιζε τὸ ὑγρὸν καὶ τούτῳ βάλλε τὸν λίβανον λειότατον, κινῶν συνεχῶς ἕως ἀμολύντου, καὶ εἰς θυείαν ἐξεράσας ἀνελόμενος χρῶ. ἄλλο. ♃δᾳδίων λιπαρωτάτων λίτραν α΄. λιβάνου ἄῤῥενος λίτραν α΄. ῥητίνης πιτυΐνης λίτραν α΄. ἰξοῦ δρυΐνου λίτρας S". σκεύαζε καθὰ προείρηται. [Μάλαγμα τὸ διὰ τοῦ Ἀσίου, ποδαγρικοῖς, ἀρθριτικοῖς σφόδρα γενναῖον, ἀπαλλάττει τῆς ὅλης διαθέσεως, ἡ χρῆσις ἐν διαλείμματι.] ♃Ἰξοῦ δρυΐνου, τερμινθίνης ἀνὰ λίτραν α΄. ἀφρονίτρου, λίθου Ἀσίου τοῦ ἄνθους, λιβάνου ἀνὰ λίτρας S". ἐλαίου κυπρίνου λίτραν α΄. στέατος ὅσον ἐξαρκεῖ, τὰ ξηρὰ κόπτεται καὶ σήθεται καὶ μετὰ τοῦ ὕδατος τρίβεται, ὥστε κηρωτῆς ὑγρᾶς ἔχειν τὸ πάχος. τὰ δὲ τηκτὰ τήκεται καὶ τοῖς λεανθεῖσιν ἐπιβάλλεται καὶ ἀνακόψαντες ἀνελόμενοι χρώμεθα. ἄλλο. ♃ἰξοῦ λίτραν μίαν, τερμινθίνης λίτραν μίαν, λίθου Ἀσίου, νίτρου ἀνὰ γο δ΄. μάννης γο γ΄. κυπρίνου γο β΄. ὕδατος πηλοποιητικοῦ τὸ αὔταρκες. [Ἄλλο τὸ ἀρθριτικὸν σφόδρα γενναῖον, παραχρῆμα ὠφελεῖ ἀναπίνων καὶ τὰς ἐν βάθει ὑγρασίας.] ♃Ἰξοῦ λίτραν α΄. τερμινθίνης λίτραν α΄. στέατος ταυρείου, λίθου Ἀσίου τοῦ ἄνθους ἀνὰ γο γ΄. ἀσβέστου γο γ΄. μάννης γο γ΄. κυπρίνου λίτραν α΄. σκεύαζε καθὰ προείρηται. ἄλλο Διοδώρου. ♃ἀσβέστου δραχ. α΄. λιβάνου, τερμινθίνης, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. δ΄. στέατος ταυρείου δραχ. η΄. ἀφρονίτρου δραχ. δ΄. λίθου Ἀσίου τοῦ ἄνθους δραχ. β΄. ἐν ἄλλῳ δραχ. δ΄. ἐλαίου κυάθους β΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. τὸ φάρμακον σφόδρα καλόν ἐστιν, ἀναπίνει καὶ τὰς περὶ πάντα τὰ ἄρθρα συνισταμένας συλλογὰς καὶ ἀπαλλάττει τῶν πόνων.