Ancient Greek
Book 7
Galen, De compositione medicamentorum secundum locos 7.4.1
Not analysed yet
[Περὶ αἵματος ἀναγωγῆς.] Τῆς ἀναγωγῆς τοῦ αἵματος ὁ πρῶτος μὲν κίνδυνός ἐστι κατ’ αὐτὴν τὴν ἄμετρον κένωσιν, ἡ δὲ μετὰ τὴν ἐποχὴν αὐτοῦ θεραπεία, τῆς μὲν κατὰ ἀναστόμωσιν ἀγγείου γενομένης ἐκ τοῦ κλεισθῆναι τὸ ἀνευρυσμένον. τῆς δὲ κατὰ ῥῆξιν ἐκ τοῦ κολληθῆναι, καθάπερ γε καὶ τῆς κατὰ διάβρωσιν ἐξ ἀναθρέψεως τῶν διαβρωθέντων. σφίγγεται μὲν οὖν τὸ ἀνεστομωμένον ὑπὸ τῶν στυφόντων, κολλᾶται δὲ τὸ ἐῤῥωγὸς ὑπό τε τούτων αὐτῶν, ὅσα τε μιγνυμένων αὐτοῖς συντίθεται τῶν ξηραινόντων χωρὶς δήξεως καὶ τῶν κολλῶδες ἐχόντων τι, καθάπερ ἥ τε Λημνία σφραγὶς καὶ Σάμιος ἀστὴρ, ἀνατρέφεται δὲ τὰ διαβρωθέντα ὑπὸ τῶν εὐχύλων τροφῶν καὶ τῶν σαρκωτικῶν ὀνομαζομένων φαρμάκων, ὧν ἡ δύναμις εἴρηται κατὰ τὸ δεύτερον γράμμα τῆς πραγματείας τῆσδε. κατὰ πρῶτον μὲν οὖν λόγον ἐκ τοιούτων συντίθεται τὰ πρὸς τὴν θεραπείαν τῆς ἀναγωγῆς τοῦ αἵματος ἁρμόζοντα φάρμακα, κατὰ δεύτερον δὲ ἐπὶ τῶν ἐκ πνεύμονος ἢ θώρακος ἢ ἀρτηρίας ἢ λάρυγγος ἀναγομένων, ἐπιμιγνυμένων τοῖς εἰρημένοις ἐν τῇ συμμετρίᾳ τῶν θερμῶν τε καὶ λεπτομερῶν, ἅπερ ἐναντιώτατα ταῖς εἰρημέναις τρισὶ διαθέσεσίν ἐστιν, ἀναστομώσει, ῥήξει, διαβρώσει. τίνος οὖν ἕνεκα μίγνυται; τῆς ἀναδόσεως αὐτῶν δηλονότι. τὰ γὰρ στύφοντα καὶ γλίσχρα τὰς ἑαυτῶν ὁδοὺς ἀποκλείοντα δεῖται δυνάμεως τῆς παρασκευαζούσης αὐτοῖς τὰς ὁδούς. ὅταν δ’ ἢ ἐκ τῶν κατὰ τὸν στόμαχον ἢ τὴν κοιλίαν τόπων ἤ τινος τῶν ἐντέρων ἡ ἀναγωγὴ γίνηται τῆς τῶν τοιούτων μίξεως φαρμάκων οὐ γίνεται χρεία. τούτοις δ’ οὖ πάλιν ἐναντιώτατόν ἐστι γένος φαρμάκων τῶν εἰς τοσοῦτον ψυχόντων, ὡς ναρκοῦν τὴν διάθεσιν καὶ αὐτὰ δὲ μίγνυται τοῖς πρὸς αἱμοπτυϊκοὺς ἁρμόττουσιν, ὕπνον τε καρώδη φέροντα χρησιμώτατα γενόμενα τοῖς ὑπὸ βηχὸς σπαραττομένοις, ἱστάντα τῇ ψύξει τὸ φερόμενον ἐπὶ τὸ πεπονθὸς ἀγγεῖον αἷμα. οὗτοι μὲν οἱ σκοποὶ τῆς συνθέσεως, ἡ δὲ εὐπορία τῆς ὕλης τῶν ἤδη πεῖραν ἱκανὴν δεδωκότων φαρμάκων τοῖς ἔμπροσθεν ἡμῶν περὶ τὸ φαρμακευτικὸν μέρος τῆς τέχνης σπουδάσασιν ἐφεξῆς εἰρήσεται. [Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα φάρμακα πρὸς αἵματος ἀναγωγήν.] Πρῶτον ἐν αὐτοῖς ἔγραψε φάρμακον ὡδί πως. πρὸς αἵματος ἀναγωγὴν, ὡς ἐγὼ κέχρημαι. ♃ἀκακίας δραχ. δ΄. ῥόδων ξηρῶν δραχ. η΄. βαλαυστίου δραχ. η΄. κόμμεως δραχ. β΄. τραγακάνθης δραχ. α΄. μεθ’ ὕδατος τροχίσκους ποίει ἀνὰ δραχ. α΄. δίδου ἐν ὀμβρίῳ ὕδατι. ἄλλο Ἀπολλωνίου. ♃ὑοσκυάμου σπέρματος δραχ. η΄. ἀπίου δραχ. δ΄. λιβάνου δραχ. η΄. γῆς Σαμίας δραχ. δ΄. ἀμύλου δραχ. β΄. μίλτου Λημνίας δραχ. β΄. εἰ δὲ μη, Σινωπικῆς δραχ. γ΄. κοραλλίου δραχ. δ΄. κόστου δραχ. δ΄. βαλαυστίου ἄνθους τριώβολον. οἱ δὲ δραχ. β΄. πολυγόνου χυλῷ ἀναλάμβανε τροχίσκους τριωβολιαίους, δίδου μετὰ ψυχροῦ ὕδατος. τινὲς καὶ κωνείου σπέρματος δραχ. β΄. προσβάλλουσιν. ἄλλο ᾧ χρῶμαι. ♃κυτίνων δραχ. στ΄. ἀκάνθης Αἰγυπτίας δραχ. στ΄. ὀποῦ μήκωνος δραχ. δ΄. ὑποκυστίδος δραχ. στ΄. βαλαυστίου δραχ. στ΄. ἀκακίας δραχ. στ΄. λυκίου Ἰνδικοῦ δραχ. δ΄. σμύρνης δραχ. β΄. ἀναλάμβανε μύρτων ἀφεψήματι ἀνὰ δραχ. α΄. πότιζε τῷ αὐτῷ ἀφεψήματι. ἄλλη αἱμόστασις. ♃κρόκου Κιλικίου, σμύρνης, ἴρεως, νάρδου Ἰνδικῆς, λιβάνου, ἀκακίας ἀνὰ γο α΄. ὀποῦ μήκωνος, κόστου, πεπέρεως ἀνὰ γο S". ῥόδων ξηρῶν γο δ΄. μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, ἡ δόσις κυάμου Αἰγυπτίου τὸ μέγεθος. [Ἄλλη ἀῤῥευμάτιστος πρὸς τὰ ἐντὸς ῥεύματα καὶ παρισθμίων καὶ σταφυλῆς [καὶ ἀρτηρίαν ἡλκωμένην ἀναγαργαριζομένη καὶ αἵματος ῥύσιν ἐν ὕδατι ψυχρῷ, τοῖς δὲ πλείοσι σὺν ὀξυκράτῳ καρύου Ποντικοῦ μέγεθος. ἁρμόζει δὲ πρὸς τοὺς αἷμα οὐροῦντας καὶ γυναικείους ῥοῦς καὶ πινομένη καὶ προστιθεμένη.] ♃Σμύρνης γο α΄. νάρδου Ἰνδικῆς γο α΄. κινναμώμου γο α΄. λιβάνου γο α΄. κρόκου γο S". πεπέρεως δραχ. δ΄. ἀκακίας χυλοῦ δραχ. δ΄. κόστου δραχ. δ΄. στύρακος δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς γο β΄. ῥόδων ξηρῶν γο β΄. μέλιτι ἑφθῷ ἀναλάμβανε. ἄλλη ἀῤῥευμάτιστος ἐκ τῶν Γάλλου, ποιοῦσα πρὸς αἵματος ἀναγωγὴν καλή. ♃κρόκου, σμύρνης, ἴρεως, νάρδου Συριακῆς, κασσίας μελαίνης, ῥοῦ Ποντικοῦ ἀνὰ δραχ. α΄. στύρακος, πεπέρεως λευκοῦ ἀνὰ γο S". ῥόδων ξηρῶν γο ε΄. λείοις παράχει μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος μετὰ κυ. γ΄. [Ἄλλη πρὸς αἱμοπτυϊκοὺς, ἐκ τῶν Ἀπολλωνίου.] ♃Ὑποκυστίδος χυλοῦ δραχ. ιβ΄. βαλαυστίου, ἀκακίας, κυτίνων ἀνὰ δραχ. ιβ΄. κηκίδος δραχ. ιβ΄. ὀποῦ μήκωνος δραχ. στ΄. κρόκου δραχ. στ΄. ἀνάπλαττε τροχίσκους τριωβολιαίους. [Ἄλλη πρὸς αἱμοπτυϊκούς.] ♃Ὀποῦ μήκωνος ὀβολὸν α΄. κόμμεως ὀβολοὺς β΄. ἀμύλου τριώβολον ἐν ὕδατι δίδου. [Ἄλλη πρὸς αἵματος ἀναγωγὴν καὶ πᾶσαν αἱμοῤῥαγίαν δι’ ὕδατος πινομένη.] ♃Ὀποῦ μήκωνος δραχ. α΄. κινναμώμου δραχ. α΄. καστορίου δραχ. α΄. κόστου, πεπέρεως μακροῦ καὶ στρογγύλου, σμύρνης ἀνὰ τριώβολον, κρόκου ὀβολὸν καὶ ἡμιώβολον, κοραλλίου ὀβολοὺς β΄. βαλαυστίου δραχμὰς β΄. ἀνίσου δραχ. α΄. κόμμεως δραχ. α΄. λεάνας ἀνάπλασσε τροχίσκους καὶ χρῶ. ἄλλο πρὸς αἵματος ἀναγωγήν. ♃μίλτου Σινωπικῆς δραχμὰς δ΄. λιβάνου δραχμὰς η΄. ἀνίσου δραχ. α΄. κωνείου σπέρματος δραχμὰς δ΄. ὀποῦ μήκωνος δραχ. δ΄. λίθου αἱματίτου δραχμὰς δ΄. ὑοσκυάμου σπέρματος δραχμὰς η΄. γῆς Σαμίας δραχμὰς γ΄. δι’ ὕδατος νήστει δίδου τὸ φάρμακον. ἄλλο. ♃ὑποκυστίδος χυλοῦ δραχ. α΄. ὀπίου τριώβολον, βαλαυστίου δραχ. α΄. ἀκακίας δραχ. α΄. σὺν ὕδατι ἄλλη πρὸς αἵματος ἀναγωγὴν, ὡς Ἡρόφιλος. ♃συμφύτου ῥίζης γο γ΄. γῆς ἀστέρος γο α΄. λιβάνου γο β΄. βαλαυστίου γο α΄. ὑποκυστίδος χυλοῦ γο α΄. κρόκου τριώβολον, σμύρνης δραχμὰς β΄. ὀπίου δραχ. α΄. μίλτου Λημνίας γο γ΄. καὶ τριώβολον, κόμμεως δραχ. α΄. χυλῷ πολυγόνου ἢ ἀρνογλώσσου ἀναλάμβανε. ἄλλο πρὸς αἱμοπτυϊκοὺς, ἀπ’ ἀγαθοῦ καθηγητοῦ. ♃βαλαυστίου δραχμὰς β΄. ἀκακίας δραχμὰς β΄. τραγακάνθης δραχ. δ΄. ὑποκυστίδος χυλοῦ δραχ. δ΄. ῥόδων ἄνθους δραχμὰς δ΄. ὀπίου δραχ. β΄. λιβάνου δραχμὰς γ΄. σμύρνης δραχ. β΄. ὑοσκυάμου σπέρματος τετρώβολον, ἀναλάμβανε πολυγόνου χυλῷ. ἄλλο πρὸς αἵματος ἀναγωγὴν, ὡς Ἀκάκιος. ♃γῆς Σαμίας δραχμὰς δ΄. κοραλλίου δραχ. δ΄. μίλτου Σινωπικῆς δραχ. β΄. βαλαυστίου τριώβολον, ὀπίου δραχ. δ΄. ἀμύλου δραχμὰς ιβ΄. λιβάνου δραχ. η΄. ὑοσκυάμου σπέρματος δραχ. η΄. πολυγόνου χυλῷ ἀναλάμβανε τροχίσκους τριωβολιαίους, δίδου ἐν ὀξυκράτῳ, ἐὰν ῥεῦμα εἴη πολὺ, σὺν λεκίθῳ ὠῶν ὀπτῶν καὶ ἀρνογλώσσου χυλῷ. ἄλλο πρὸς αἱμοπτυϊκοὺς καὶ δυσεντερικούς. ♃ῥόδων ἄνθους, ὀπίου, ἀκακίας, κόμμεως, βαλαυστίου, ὑποκυστίδος ἀνὰ γο γ΄. κηκίδος γο β΄. ἀρνογλώσσου σπέρματος καὶ χυλοῦ ἀνὰ γο β΄. λυκίου Ἰνδικοῦ γο α΄. ῥόδων χυλοῦ γο α΄. ἀναλάμβανε τροχίσκους ἀνὰ δραχ. α΄. τινὲς καὶ ὀμφακίου γο S". καὶ ἐνίεται δυσεντερικοῖς. ἄλλο πρὸς αἱμοπτυϊκοὺς Καρτεροῦ εὐτονώτατον. ♃κωνείου σπέρματος δραχ. β΄. ὑοσκυάμου σπέρματος δραχ. α΄. ἀμύλου δραχ. α΄. νάρδου τριώβολον, μίλτου Λημνίας ὀβολοὺς γ΄. οἱ δὲ τετρώβολον, ἀνίσου τετρώβολον, οἱ δὲ τριώβολον, κρόκου ὀβολοὺς γ΄. δίδου μετὰ λεκίθου ὀπτῆς, μεθ’ ὕδατος γαλακτώδους κυάθων γ΄. ποιεῖ καὶ πρὸς κατάῤῥους. [Ἄλλο πρὸς αἱμοπτυϊκοὺς, Μάγνου Φιλαδελφέως.] ♃Κοραλλίου ὀβολοὺς β΄. ἀστέρος Σαμίου τετρώβολον, πολυγόνου χυλοῦ κυάθους στ΄. δίδου τὸ ὅλον πόσεις δύο. [Ἡ χρῆσις τῶν προειρημένων Ἀνδρομάχου φαρμάκων.] Ἤδη μὲν ἦν δῆλον, ἐξ ὧν ἔγραψα κατὰ τὴν ἀρχὴν τοῦ περὶ τῶν αἱμοπτυϊκῶν λόγου, περὶ τῆς χρήσεως τῶν προγεγραμμένων φαρμάκων, ἕνεκα δὲ σαφηνείας ἐπαναλήψομαι καὶ νῦν τὸ πρῶτον ἁπάντων γεγραμμένον, ἐξ ἀκακίας καὶ ῥόδων ξηρῶν καὶ βαλαυστίου καὶ κόμμεως καὶ τραγακάνθης συγκείμενον. εὔδηλον δ’ ὅτι τὴν μὲν ἀκακίαν καὶ τὰ ῥόδα καὶ τὸ βαλαύστιον ἔχει στῦφόν τι γλίσχρον τε καὶ κολλητικὸν, τό τε κόμμι καὶ τὴν τραγάκανθαν. οὐκοῦν οὐχ οἷόν τε αὐτὸ μέχρι θώρακός τε καὶ πνεύμονος ἀνενεχθῆναι ἰδίως, οὐδὲν ἔχοντι τῶν ποδηγησάντων τὰ στύφοντα καὶ γλίσχρα. πρὸς τούτοις γὰρ ἔτι καὶ μέλιτος οὐδὲν ὅλως αὐτῷ προσέθηκεν ὁ συνθεὶς, ἀλλὰ δι’ ὕδατος ὀμβρίου, στυπτικήν τινα καὶ αὐτοῦ δύναμιν ἔχοντος. ἥ τε σύνθεσις αὐτοῦ καὶ ἡ δόσις, ὥστε πρὸς τὰς ἐκ στομάχου καὶ γαστρὸς ἀναγωγὰς τοῦ αἵματος ἁρμόσαι. εἰ δὲ δυνατόν ἐστι καὶ ἐκ νήστεως ἀνενεχθῆναί τι διὰ ναυτίας, καὶ πρὸς τοῦτο γενήσεται χρήσιμον. ἔμπαλιν δὲ τῷ προγεγραμμένῳ φαρμάκῳ τὸ πέμπτον τῇ τάξει γεγραμμένον καὶ τὸ ἔνατον ἔχει σύνθεσιν, ἐπιμεμιγμένου αὐτοῖς κινναμώμου καὶ πεπέρεως καὶ κόστου καὶ σμύρνης. τὰ δὲ ἄλλα πάντα μέσα πως τούτων ἐστὶ, μήτ’ ἀκριβῶς στύφοντα κατὰ τὴν ὅλην σύνθεσιν, οὔτ’ ἰσχυρῶς τοῖς θερμαίνουσι κεχρημένα. τὸ δὲ ὄπιον καὶ ὑοσκύαμον καὶ τὸ τοῦ κωνείου σπέρμα μάλιστα μὲν ἐν τοῖς ὑπὸ βηχὸς σπαραττομένοις ἢ διὰ κατάῤῥουν ἢ ἄλλως ἐστὶν ἐπιτήδεια καὶ πᾶσι δὲ τοῖς ὁπωσοῦν αἱμοπτυϊκοῖς· ὥστ’ ἔξεστιν αὐτὰ μιγνύναι καὶ τοῖς ἐκ τῶν θρεπτικῶν ὀργάνων ἀνάγουσι τὸ αἷμα καὶ τοῖς ἐκ τῶν πνευματικῶν. [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς αἱμοπτυϊκοὺς, αὐτοῖς ὀνόμασιν.] Πρὸς αἵματος ἀναγωγήν. ♃συμφύτου ῥίζης γο στ΄. βαλαυστίου ὁλκὰς δύο ἢ δραχ. α΄. ὕδατος ξε. α΄. ἕψε εἰς τὸ τρίτον, καὶ τὸ ὑγρὸν ἐκθλίψας ἐπίβαλλε τούτῳ ἀμύλου ὁλκὴν ἢ δραχ. α΄. κόμμεως Θηβαϊκοῦ τὸ ἴσον καὶ δίδου πίνειν. ἄλλο. ♃σικύων ἡμέρων λίτραν α΄. εἰς λεπτὰ κατατέμνων καὶ ὕδατος ποτίμου ἐπιβάλλων ξε. α΄. ἕψε εἰς τὸ γ΄. καὶ τὸ ὑγρὸν ἐκθλίψας τούτῳ κατάπασσε γῆς Σαμίας δραχ. α΄ S". καὶ δίδου πίνειν. [Χαριξένους φάρμακον ἐπιτετευγμένον.] ♃Πολυγόνου ῥίζης χειροπληθὲς, συμφύτου ῥίζης τὸ ἴσον, ῥοῦ ἐρυθροῦ ὀξύβαφον, ὕδατος ξε. γ΄. ἕψε εἰς τὸ γ΄. καὶ τὸ ὑγρὸν ἐκθλίψας δίδου κύαθον καὶ κόμμεως λειοτάτου δραχ. α΄. [Ἀῤῥαβιανοῦ τὸ λεγόμενον Ποντικόν.] ♃Ἄρκου σταφυλῆς λίτρας ιστ΄. ὕδατος ὀμβρίου ξε. ιστ΄. ἕψε εἰς τὸ τρίτον καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀπόθου. ἄλλο. ♃μόρων ἐρυθρῶν μηδέπω πεπείρων λίτρας ιστ΄. ὕδατος ὀμβρίου ξε. ιστ΄. ἕψε εἰς τὸ τρίτον καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀπόθου. ἄλλο ♃κράνου καρποῦ λίτρας ιστ΄. ὕδατος ὀμβρίου ξε. ιστ΄. ποίει ὡσαύτως. ἄλλο. ♃φοινικοβαλάνων Θηβαϊκῶν λίτρας ιστ΄. ὕδατος ὀμβρίου ξε. ιστ΄. ἕψε εἰς τὸ τρίτον καὶ τὸ ὑγρὸν ἐκθλίψας ἐπίβαλλε τοῖς ἀποτεθλιμμένοις, καὶ πάντα μίξας ἕψε εἰς τὸ τρίτον καὶ εἰς ἄγγος κεραμεοῦν βαλὼν ἀπόθου. ἐκ τούτου δίδου κύαθον ἕνα πρὸ τροφῆς, τὸ φάρμακόν ἐστι σφόδρα καλὸν καὶ παλιγγενεσίας κωλυτικόν. δεῖ μέντοι ἕκαστον ἰδίῳ σκευάζειν καιρῷ καὶ πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν ἀποτίθεσθαι. περὶ ἄρκου στυφυλῆς. ἡ δὲ λεγομένη ἄρκου σταφυλὴ ἐν Πόντῳ γίνεται, φυτόν ἐστι χθαμαλὸν καὶ θαμνῶδες. φύλλα δὲ ἔχει ὅμοια μεμαικύλῳ, καρπὸν φέρει ἐρυθρὸν καὶ στρογγύλον, αὐστηρὸν τῇ γεύσει, τοῦτον καλοῦσιν ἄρκου σταφυλήν. [Καταπότιον αἱμοπτυϊκοῖς.] ♃Φλοιοῦ λιβάνου, γῆς Σαμίας, ἀμύλου ἀνὰ δραχ. δ΄. κόψας καὶ σήσας ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου κοχλιάριον ἓν καὶ ὕδατος ψυχροῦ κύαθον α΄. ἄλλο. ♃βαλαυστίου, γῆς Σαμίας, φλοιοῦ λιβάνου, κόμμεως, ἑκάστου τὸ ἴσον, κόψας καὶ σήσας δίδου καθὰ προείρηται. [Πρὸς αἵματος ἀναγωγὴν Ἀμαράντου, ἐκλεικτὸν φάρμακον ἐπιτετευγμένον.] ♃Οἴνου Φαλερίνου ξε. α΄. μέλιτος Ἀττικοῦ λίτραν α΄. βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ ἀνακόψας καὶ θεὶς ἐπ’ ἀνθράκων ἕψε καὶ ὅταν σχῇ ἀρτηριακῆς τὸ πάχος, ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ψυγῆναι καὶ τούτῳ κεκομμένα καὶ σεσησμένα ἐπίβαλλε κόμμεως κοχλιάρια δ΄. βαλαυστίου, λιβάνου, γῆς Σαμίας ἀνὰ δραχ. β΄. καὶ πάλιν ἐπιθεὶς εἰς τὸ πῦρ καὶ θερμάνας ἀπόθου καὶ δίδου ὁμοίως καθὰ προείρηται. ἄλλη, Ὠριγενείας. ♃γεντιανῆς χυλοῦ, συμφύτου χυλοῦ, βαλαυστίου, ἑκάστου ἀνὰ δραχ. η΄. κρόκου, σμύρνης, γλυκυῤῥίζης χυλοῦ ἀνὰ δραχ. δ΄. προτρόπου ἢ Θηραίου ἢ Σκυβελίτου ξε. στ΄. σκεύαζε καὶ δίδου καθὰ προείρηται. [Καταπότια πρὸς αἵματος ἀναγωγὴν ἀνώδυνα, οἷς ἐχρήσατο Χαριξένης.] ♃Ὑποκυστίδος χυλοῦ, βαλαυστίου, ὀπίου ἀνὰ δραχ. δ΄. ἀναλάμβανε οἴνῳ μυρτίτῃ καὶ ποίει καταπότια καὶ δίδου τὸ πλῆθος τριώβολον. ἐν ἄλλαις γραφαῖς ἔχει ὀπίου δραχ. β΄. ἄλλο. ♃ὑποκυστίδος χυλοῦ, ἀκακίας χυλοῦ, ῥοὸς Συριακοῦ χυλοῦ ἀνὰ δραχ. δ΄. βαλαυστίου, ὀπίου, κόμμεως ἀνὰ δραχ. δ΄. οἴνου μυρτίτου τὸ αὔταρκες. ἡ χρῆσις δεδήλωται. [Τροχίσκος αἱμοπτυϊκὸς, φάρμακον ἐπιτετευγμένον, ἐπιγράφεται τὸ τρυφερόν.] ♃Ἀμύλου, βαλαυστίου, γῆς Σαμίας, ὑποκυστίδος χυλοῦ, κόμμεως, κρόκου, ὀπίου ἀνὰ δραχμὰς δ΄. χυλῷ ἀρνογλώσσου δίδου ἀνὰ δραχ. α΄. τὸ ὑγρὸν κατάλληλόν ἐστι τῇ διαθέσει. ἄλλο. ♃ἀμύλου δραχ. δ΄. γῆς Σαμίας, ὑποκυστίδος ἀνὰ δραχ. β΄. ὀπίου, κρόκου, βαλαυστίου, τραγακάνθης ἀνὰ δραχ. α΄. χυλοῦ ἀρνογλώσσου. [Τροχίσκος ὁ δι’ ἠλέκτρου. ποιεῖ αἱμοπτυϊκοῖς, βήττουσι χρονίως καὶ προσφάτως, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς, κοιλιακοῖς, δυσεντερικοῖς, ἐμπνευματουμένοις. ἔστι δὲ καὶ ὠτικὴ ἀγαθή.] ♃Ψυλλίου καθαροῦ δραχ. με΄. ἴρεως Ἰλλυρικῆς, μαστίχης, ἠλέκτρου ῥινήματος, κρόκου ἀνὰ δραχ. λ΄. ὀπίου δραχ. ιε΄. τὸ ψύλλιον βαλὼν εἰς θερμὸν ὕδωρ ἔα βρέχεσθαι καὶ ὅταν γλίσχρον καὶ κολλῶδες γένηται τὸ ὕδωρ, ἔκθλιβε τὸ ὑγρόν· ἐκ τούτου σκευάσας τὸ φάρμακον ἀνάπλαττε τροχίσκους καὶ δίδου τριώβολον εἰς ὕπνον ἀπερχομένοις. ἔστω δὲ τοῦ ὕδατος ξε. γ΄. ἐν ἄλλαις γραφαῖς ἐμβρέχεται τὸ ψύλλιον ἐπὶ ἡμέρας γ΄. εἶθ’ ἕψεται ἕως ἀναβράσῃ τρὶς, εἶτα αἴρεται ἀπὸ τοῦ πυρὸς καὶ πάλιν ἐᾶται ἐπὶ τρεῖς ἡμέρας, καὶ τότε τὸ ὑγρὸν χωρίζεται πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν. [Ὁ τοῦ Νεαπολίτου τροχίσκος, ποιεῖ αἱμοπτυϊκοῖς, ἐμπυϊκοῖς, φθισικοῖς, ῥευματικαῖς διαθέσεσιν.] ♃Ὑοσκυάμου λευκοῦ σπέρματος, μανδραγόρου χυλοῦ ἀνὰ δραχ. ε΄. λιβάνου ἄῤῥενος, ὀπίου Σπανοῦ, στύρακος, πυτίας νεβροῦ ἀνὰ δραχ. ι΄. μαστίχης δραχ. κ΄. ἠλέκτρου ῥινήματος, ἴρεως Ἰλλυρικῆς, κρόκου ἀνὰ δραχ. λ΄. ψυλλίου δραχ. με΄. ὕδατος ξε. γ΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ὁ διὰ τοῦ κοραλλίου, ὡς Νικήρατος. ♃κοραλλίου, γῆς Σαμίας ἀνὰ δραχ. η΄. βαλαυστίου, ἀμύλου, Λημνίας ἀνὰ δραχ. δ΄. ὑοσκυάμου λευκοῦ σπέρματας, ὀπίου, ὑποκυστίδος ἀνὰ δραχ. β΄. ἀναλάμβανε χυλῷ ἀρνογλώσσου καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου. [Διοκλέους Χαλκηδονίου.] ♃Κοραλλίου δραχ. η΄. ὑποκυστίδος χυλοῦ, βαλαυστίου,, ἀκακίας χυλοῦ, ῥοῦ Ποντικοῦ, γῆς Σαμίας, ὀπίου, λιβάνου, συμφύτου χυλοῦ, ἑκάστου ἀνὰ δραχμὰς β΄. χυλοῦ ἀρνογλώσσου. [Τὸ Ἀφροδισιακὸν κλείδιον, φάρμακον ἐπιτετευγμένον, ποιεῖ αἱμοπτυϊκοῖς, κοιλιακοῖς, δυσεντερικοῖς καὶ τοῖς τὸν στόμαχον ῥευματιζομένοις.] ♃Κυτίνων, ἀκάνθης Αἰγυπτίας, βαλαυστίων, ὑποκυστίδος χυλοῦ, ἀκακίας χυλοῦ ἀνὰ δραχ. στ΄. λυκίου, ῥᾶ Ποντικοῦ, ὀπίου ἀνὰ δραχ. δ΄. σμύρνης δραχ. β΄. κόψας καὶ σήσας ἐπιμελῶς, ἀναλάμβανε μύρτων ἀφεψήματι καὶ ἀνάπλασσε τροχίσκους καὶ δίδου πρὸς δύναμιν μετὰ ἀφεψήματος ῥόδων ἢ μύρτων ἢ ὕδατος ψυχροῦ, σπόγγοις ἔξωθεν χρώμενος ὀξυκράτῳ δεδευμένοις. ὅταν δὲ ἐπιστῇ τὸ ῥεῦμα, ἐπίχριε τὸ στῆθος ἢ τοὺς ῥευματισθέντας τόπους, ὀμφακίῳ ὄξει διαλελυμένῳ, χλιανθέντι ἐπιποσὸν ἐπὶ θερμοσποδίας ἄχρι συστάσεως. [Φιλίππου φάρμακον ἐπιτετευγμένον, δυσεντερικοῖς καὶ αἱμοπτυϊκοῖς.] ♃Βαλαυστίου, ἀκακίας, ὑποκυστίδος χυλοῦ, ὀπίου, ῥοῦ, λιβάνου, σμύρνης, κρόκου, κηκίδος, λυκίου, ἀλόης, ῥᾶ Ποντικοῦ, μύρτων μελάνων, σιδίων ἀνὰ δραχ. δ΄. ἀναλάμβανε οἴνῳ Ἰταλικῷ καὶ ποίει τροχίσκους τριωβολιαίους, δίδου ἀπυρέτοις μετ’ οἴνου, πυρέττουσι μεθ’ ὕδατος.