Ancient Greek
Book 7
Galen, De compositione medicamentorum secundum locos 7.5.1
Not analysed yet
[Ἀνώδυνοι τοῖς φθινώδεσιν ἁρμόττουσαι καὶ τοῖς ἀνάγουσιν αἷμα καὶ ἄλλοις τισὶν ἄνευ τῶν κωλικῶν.] Ἐπὶ μὲν τῶν αἷμα ἀναγόντων, μηδέπω δὲ ἀκριβῶς ἐχομένων φθόῃ τὸ γένος τοῦτο τῶν ἀνωδύνων φαρμάκων, οἱ πρὸ ἡμῶν συνέθεσαν ἁρμόττον καὶ τοῖς ἀνάγουσιν αἷμα καὶ τοῖς ἅμα τε τοῦτο πάσχουσι καὶ ἤδη φθινώδεσι καὶ πρὸς ἄλλας ὀδύνας τε καὶ διαθέσεις, ὅσαι κατά τε πνεύμονας καὶ ἀρτηρίαν καὶ θώρακα καὶ ἄλλα τινὰ μόρια συνίστανται ἄνευ τῶν κωλικῶν. διαφέρουσι γὰρ αὗται τῶν ἰδίως κωλικῶν ὀνομαζομένων τῇ μίξει τῶν ἀρωμάτων τε καὶ σπερμάτων εὐωδῶν τε καὶ οὐρητικῶν. αἱ γάρ τοι κωλικῶν δυνάμεις σφοδρότεραι τούτων εἰσὶν, ἐπικρατοῦσαν ἔχουσαι τὴν ναρκωτιτὴν δύναμιν ἐκ τοῦ πλήθους τῶν ψυκτικῶν φαρμάκων, ὁποῖόν ἐστιν ὑοσκυάμου τε σπέρμα καὶ κώνειον καὶ ὁ τῆς μήκωνος ὀπὸς ὅ τε φλοιὸς τῆς ῥίζης τοῦ μανδραγόρου. χρῆσθαι δὲ αὐτοῖς ἐπὶ τῶν κωλικῶν ἀναγκαζόμεθα διὰ τὸ μέγεθος τῆς ὀδύνης. [Αἱ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι πρὸς τὰς εἰρημένας διαθέσεις ἀνώδυνοι.] Ἀνώδυνον πρὸς πάντα τὰ ἐντὸς καὶ πλευρίτιδας, ᾗ χρῶμαι. ♃πάνακος ῥίζης, δαύκου σπέρματος ἀνὰ δραχ. δ΄. καστορίου δραχ. δ΄. οἱ δὲ δραχ. β΄. ὑοσκυάμου σπέρματος, ὀπίου ἀνὰ δραχ. δ΄. οἱ δὲ δραχ. β΄. μέλιτος ἱκανὸν, δίδου τριώβολον, σὺν ὕδατος κυ. γ΄. ἄλλη ἀνώδυνος Μαρκελλίνου. ♃ἀνίσου δραχ. β΄. ὑοσκυάμου σπέρματος δραχ. β΄. μηκωνείου δραχ. α΄. σελίνου σπέρματος δραχμὰς β΄. κρόκου τετρώβολον, ῥόδων ξηρῶν δραχ. α΄. σμύρνης δραχ. α΄. ἀμώμου δραχ. α΄. λεῖα σὺν ὕδατι, ἀνάπλασσε τροχίσκους λβ΄. δίδου εἰς κοίτην σὺν ὕδατος κυ. β΄. ἢ γ΄. ἄλλη ἀνώδυνος ἡ διὰ σπερμάτων. ♃σελίνου σπέρματος δραχ. η΄. ἄμμεως δραχ. η΄. ἀνίσου δραχ. δ΄. μαράθρου δραχ. δ΄. ὀπίου δραχ. β΄. κασσίας μελαίνης δραχ. β΄. σὺν ὕδατι τροχίσκους ἀνάπλασσε τριωβολιαίους, δίδου μετὰ γλυκέος κοτύλης ἑκκαιδεκάτου ἢ ὕδατος. ἄλλη ἀνώδυνος Ἀχιλλᾶ παρακεντητοῦ. ♃ἀνίσου δραχ. η΄. ἄμμεως δραχ. η΄. μαράθρου σπέρματος δραχ. δ΄. σελίνου σπέρματος δραχ. δ΄. ὀπίου δραχ. β΄. νάρδου Ἰνδικῆς δραχ. β΄. σμύρνης δραχ. β΄. πεπέρεως δραχ. α΄. κασσίας μελαίνης δραχ. β΄. ἀνάπλασσε τροχίσκους τριωβολιαίους, ἵνα ξηρανθέντα ἄγωσιν ὀβολοὺς β΄. καὶ δίδου ὡς τοὺς λοιπούς. [Ἄλλη ἀνώδυνος, ὡς Ξενοκράτης, ᾗ χρῶμαι μάλιστα πρὸς στρόφους καὶ δυσεντερικούς.] ♃Σελίνου σπέρματος δραχ. β΄. ἀνίσου δραχ. α΄. πεπέρεως λευκοῦ δραχ. α΄. σμύρνης τετρώβολον, καστορίου τετρώβολον, ὀπίου τριώβολον, κρόκου τριώβολον, γεντιανῆς δραχ. β΄. ἀνάπλασσε τροχίσκους τριωβολιαίους καὶ δίδου ποικίλως. [Ἄλλη σφραγὶς ἀνώδυνος, ξηραντικὴ ῥευμάτων καὶ στρόφων καὶ βηχῶν, ᾗ χρῶμαι.] ♃Σμύρνης δραχ. ε΄. οἱ δὲ δραχ. στ΄. μανδραγόρου φλοιοῦ δραχ. δ΄. ὀποῦ μήκωνος δραχ. ε΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. οἱ δὲ δραχ. β΄. λιβάνου δραχ. ε΄. κρόκου δραχ. ε΄. οἴνῳ ἀναλάμβανε, δίδου πρὸς δύναμιν, τοῖς μὲν κυάμου Αἰγυπτίου τὸ μέγεθος, τοῖς δὲ ὀβολοὺς β΄. [Ἄλλη, ὁ ἀστὴρ ἀνώδυνος, ᾗ χρῶμαι πρὸς πᾶν ῥεῦμα, ἀλγήματα καὶ πάντα τὰ ἐντὸς καὶ κατάῤῥους καὶ κύστιν καὶ πνίγας, ῥοῦν γυναικεῖον, στόμαχον ῥευματιζόμενον, δυσεντερικοὺς, αἷμα ἀνάγοντας καὶ ἀνιεμένους.] ♃Κρόκου τριώβολον, ὑοσκυάμου σπέρματος δραχ. στ΄. σελίνου σπέρματος δραχ. στ΄. ἀνίσου δραχ. δ΄. στύρακος δραχ. δ΄. δαύκου σπέρματος δραχ. δ΄. καστορίου δραχ. β΄. ὀπίου δραχ. γ΄. σμύρνης δραχ. β΄. τινὲς καὶ μανδραγόρου χυλοῦ δραχ. δ΄. ὡς δὲ Ξενοκράτης, καὶ πεπέρεως λευκοῦ δραχμὰς στ΄. ἐν ὕδατι τροχίσκους τριωβολιαίους, δίδου σὺν ὕδατι. [Ἄλλη ἀνώδυνος Λυκομήδου ἀναξηραντικὴ, πρὸς κατασταγμοὺς ἀρτηρίας καὶ ῥευματισμοὺς ὀφθαλμῶν.] ♃Ὑοσκυάμου σπέρματος δραχ. β΄. σελίνου σπέρματος δραχμὰς β΄. ὀπίου δραχ. β΄. ἀνίσου δραχ. α΄. κρόκου ὀβολοὺς δ΄. ῥόδων ξηρῶν δραχμὰς β΄. σμύρνης δραχ. α΄. οἱ δὲ δραχμὰς β΄. σὺν ὕδατι ἀναλάμβανε τροχίσκους τριωβολιαίους, χρῶ ὡς τῇ τριγώνῳ. [Ἄλλη ἀνώδυνος ξηραντική. ποιεῖ δὲ καὶ πρὸς αἱμοπτυϊκοὺς καὶ κοιλιακοὺς, δυσεντερικοὺς καὶ ῥήγματα καὶ σπάσματα.] ♃Ἀνίσου δραχμὰς δ΄. σελίνου σπέρματος δραχμὰς δ΄. ὀπίου δραχμὰς δ΄. κρόκου δραχ. α΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. στύρακος δραχ. α΄. σχοίνου ἄνθους δραχ. α΄. βαλαυστίου τετρώβολον, οἱ δὲ δραχμὰς ζ΄. ῥόδων φύλλων δραχ. α΄. νάρδου Ἰνδικῆς τετρώβολον, ὕδατι ἀνάπλαττε τροχίσκους δυοβολιαίους. δίδου μετ’ οἴνου ἢ ὕδατος ἢ προτρόπου. ἄλλο ἀνώδυνον πότιμα, ᾧ χρῶμαι, παρὰ Ῥούφου. ♃μανδραγόρου φλοιοῦ δραχμὰς δ΄. λιβάνου δραχμὰς ε΄. πεπέρεως λευκοῦ δραχμὰς β΄ S". κρόκου δραχμὰς ε΄. ὑοσκυάμου σπέρματος δραχμὰς δ΄. ὀποῦ μήκωνος δραχ. ε΄. σμύρνης δραχμὰς ε΄. νάρδου τριώβολον, κασσίας μελαίνης δραχμὰς δ΄. λεῖα ποιήσας ἀναλάμβανε γλυκεῖ τροχίσκους ἀνὰ δραχ. α΄. καὶ ἀπόθου μὴ νοτίδα λάβῃ, δίδου σὺν ὕδατι θερμῷ κυάθοις δυσὶν, χολεριῶσιν ὕδατι ψυχρῷ. ἄλλη ἀνώδυνος πρὸς πάντα τὰ ἐντὸς, ᾗ χρῶμαι. ♃κασσίας μελαίνης, σμύρνης, ὀπίου, στύρακος, κρόκου ἀνὰ δραχ. α΄. τινὲς ἀνὰ δραχμὴν α΄. καὶ τριώβολον, ἀνάπλαττε τροχίσκους τριωβολιαίους ἢ δυοβολιαίους. δίδου δὲ πυρέσσουσι σὺν ὕδατι, ἀπυρέτοις ἐν οἴνῳ, ἡπατικοῖς ἐν ὑδρομέλιτι καὶ πλευριτικοῖς. ἐνεργεῖ δὲ καὶ πρὸς βῆχα. ἄλλη ἡ τρίγωνος ἀναξηραντικὴ ἀνώδυνος. ♃ὑοσκυάμου σπέρματος δραχ. δ΄. σελίνου σπέρματος δραχ. δ΄. ἀνίσου δραχ. β΄. ὀπίου δραχ. β΄. ἀνάπλαττε τροχίσκους σὺν ὕδατι καὶ δίδου σὺν ψυχρῷ πρωῒ καὶ ὀψίας ἕνα καὶ ἕνα. ἄλλη ἀνώδυνος θαυμαστὴ Ἀσκληπιάδου πρὸς πάντα τὰ ἐντός. ♃σεσέλεως, χαμαιπίτυος, βηχίου βοτάνης, πηγάνου ἀγρίου σπέρματος, δαύκου σπέρματος ἀνὰ δραχ. στ΄. ὑοσκυάμου σπέρματος, ὀπίου ἀνὰ δραχ. η΄. καστορίου δραχ. κε΄. ῥᾶ Ποντικοῦ δραχ. ιδ΄. μέλιτι ἀναλάμβανε. ἄλλη ὡς Χαρικλῆς. ♃τορδύλου δραχ. η΄. χαμαιπίτυος δραχ. η΄. ῥᾶ Ποντικοῦ δραχ. στ΄. καστορίου δραχ. ιβ΄ S". βηχίου δραχ. η΄. πηγάνου ἀγρίου σπέρματος δραχ. η΄. δαύκου σπέρματος δραχ. η΄. ὀπίου δραχ. δ΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. κρόκου δραχ. ε΄. τινὲς βάλλουσι μέλι Ἀττικόν. ἄλλη ἀνώδυνος, ἰουκούνδα λεγομένη, ποιεῖ καὶ πρὸς φθισικευομένους καὶ ἐμπνευματουμένους. ♃Ἰλλυρίδος δραχ. λ΄. ἠλέκτρου, κρόκου, μαστίχης Χίας ἀνὰ δραχ. λ΄. ψυλλίου δραχ. με΄. ἢ λ΄. ὀποῦ μήκωνος δραχ. ιε΄. ὕδατι ὀμβρίῳ ἀνάπλασσε τροχίσκους ἀνὰ δραχ. α΄. καὶ τριώβολον δίδου, τὸ ψύλλιον ἀπόβρεχε ἡμέραν καὶ νύκτα ὕδατι ὀμβρίῳ, εἶτα ἀφεψήσας ἀπόθλιβε μετὰ τῶν λοιπῶν καὶ οὕτω μίγνυε. ἄλλο ἀνώδυνον πότιμα ἐκ τῶν Ἀφρόδα, πρὸς πάντα πόνον ἐν νεύροις, ὑστέραις, ἰσχιαδικοῖς. ♃ὀποῦ μήκωνος δραχ. α΄. ὀποβαλσάμου δραχ. α΄. ἢ τοῦ καρποῦ δραχ. α΄. ὀβολοὺς β΄. σμύρνης, ὑοσκυάμου σπέρματος, καστορίου, στύρακος ἀνὰ δραχ. α΄. γλυκεῖ ἀναλάμβανε, ὀβολὸν α΄. καὶ ἡμιόβολον δίδου μεθ’ ὕδατος θερμοῦ κυάθων β΄. ἢ τριῶν. [Ἄλλο ἀνώδυνον καταπότιον, ἐκ τῶν Ἀφρόδα πρὸς πάντα τὰ ἐντὸς καὶ πρὸς τεταρταίους, ἐν τοῖς ἀνὰ μέσον ἀσιτοῦσιν, εἶτα λαμβάνεται. ποιεῖ καὶ πρὸς τοὺς λιθιῶντας καὶ δυσεντερικοῖς καὶ στομαχικοῖς καὶ τοῖς ἤδη ἀπειρηκόσι καὶ ἀσωμένοις καὶ ὀφθαλμικοῖς λίαν καλόν.] ♃Ὑοσκυάμου σπέρματος, ἀνίσου, στύρακος ἀνὰ δραχ. δ΄. κρόκου, ὀπίου ἀνὰ δραχ. γ΄. καστορίου δραχ. β΄. ἀνάπλασσε ἐν ὕδατι κυάμου Αἰγυπτίας τὸ μέγεθος, δίδου μεθ’ ὕδατος κυάθων δύο. ἄλλη ἀνώδυνος πρὸς πάντα τὰ ἐντὸς. ♃σελίνου σπέρματος δραχ. β΄. ἀνίσου δραχ. β΄. πεπέρεως μακροῦ δραχ. α΄. καὶ μέλανος δραχ. α΄. καστορίου τετρώβολον, σμύρνης, ὀπίου ἀνὰ τετρώβολον, πάνακος, γεντιανῆς ἀνὰ τετρώβολον, κινναμώμου τριώβολον, γλυκέος χυλοῦ τριώβολον, ἀνάπλασσε τροχίσκους τριωβολιαίους, δυσεντερικοῖς δραχ. α΄. [Ἄλλη πότιμα πρὸς πάντα τὰ ἐντὸς καὶ αἵματος ἀναγωγὴν, ὅθεν ἂν φέρηται, κᾂν ἐκ τραύματος διδόμενον ἔν τισι, ποιεῖ καὶ πρὸς νεφριτικοὺς καὶ ἡπατικούς. ταύτην μὴ πρότερον δίδου, ἐὰν μὴ τὸν μισθὸν παραλάβῃς.] ♃Κινναμώμου, κασσίας ἀνὰ δραχ. β΄. σμύρνης δραχ. α΄. πεπέρεως λευκοῦ δραχ. α΄. καὶ μακροῦ δραχ. α΄. χαλβάνου δραχ. α΄. ὀπίου δραχ. β΄. λεῖα σὺν μέλιτι ὀλίγῳ, ποιεῖ ἃ μὲν ἡλίκα κυάμου, ἃ δὲ ἡλίκα ἀράκου, δίδου πρὸς δύναμιν μεθ’ ὕδατος ἢ ὡς δοκεῖ σοι ἐπίκρινε. ἄλλη ἀνώδυνος Κρατεροῦ πρὸς φθισικευομένους καὶ αἷμα ἀνάγοντας. ♃σμύρνης δραχ. στ΄. μανδραγόρου δραχ. δ΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. ὀπίου δραχ. ε΄. κρόκου, λιβάνου ἀνὰ δραχ. ε΄. ῥήου δραχ. ε΄. κωνείου σπέρματος, στύρακος ἀνὰ δραχ. ε΄. ἀναλάμβανε οἰνομέλιτι. [Ἄλλη ἀνώδυνος τὸ μυστήριον, ὡς Νικήρατος, πρὸς φθισικοὺς, βηχικοὺς, κοιλιακοὺς, δυσεντερικοὺς, καταῤῥοιζομένους, παραχρῆμα ὠφελεῖ.] ♃Κόστου, κρόκου, καστορίου, ἀσάρου, ὑοσκυάμου σπέρματος, ὀπίου, στύρακος ἀνὰ δραχμὴν α΄. ἔνιοι ὑοσκυάμου τὸ ἥμισυ, μέλιτι ἀναλαβὼν χρῶ. ἄλλη ἀνώδυνος πρὸς κατάῤῥουν ἁρμόζουσα. ♃ὑοσκυάμου σπέρματος, μήκωνος ὀποῦ, ἀμύλου ἀνὰ δραχ. β΄. ἀνίσου δραχ. α΄. ναρδοστάχυος δραχ. α΄. κρόκου δραχ. α΄. μίλτου Σινωπικοῦ τριώβολον ἢ Λημνίας δραχ. α΄. ποίει τροχίσκους λ΄. δίδου δύο εἰς νύκτα σὺν ὕδατι. [Τὰ ὑπ’ Ἀσκληπιάδου γραφέντα περὶ τῶν αὐτῶν διαθέσεων.] Ἐκλεικτὸν φάρος καλούμενον. ♃οἴνου ξε. S" . πρασίου χλωροῦ ἀφεψήματος ξε. α΄. ταῦτα βαλὼν εἰς ἄγγος ὑελοῦν βρέχεσθαι ἔα νύκτα καὶ ἡμέραν. τῇ δ’ ἐπιούσῃ μάλασσε τὸ φάρμακον, ὥσπερ τὸν χόνδρον βρέχομεν, καὶ ὅταν παντελῶς διαλυθῇ, ἔκθλιβε τὸ ὑγρὸν καὶ τούτῳ ἐπιβαλὼν λίπος τι καὶ θεὶς ἐπὶ πυρὸς ἕψε κινῶν συνεχῶς καὶ ὅταν συστραφῇ, ὥστε μέλιτος ἔχειν τὸ πάχος, ἐκ τούτου δίδοται μύστρον πρὸ τροφῆς καὶ μετὰ τροφὴν τὸ ἴσον. ἄλλο. ♃πρασίου τῶν ἁπαλωτάτων φύλλων χειροπληθὲς ὕδατος ὅσον ἐξαρκεῖ. ταῦτα βαλὼν εἰς ἄγγος κεραμεοῦν ἕψε, καὶ ὅταν διαλυθῇ, ἐξελὼν τρῖβε καὶ τῷ ἀφεψήματι διαλύσας πάλιν ἕψε καταπάσσων γύρεως ὀξύβαφον καὶ λίπους ἰοῦ κατειργασμένου ἐπιβαλὼν γο γ΄. καὶ ὅταν ἑψόμενα καλῶς ἔχῃ, ὥσπερ τὰ λοιπὰ ῥοφήματα, ἄρας ἀπὸ τοῦ πυρὸς καὶ ἁλῶν ὀλίγων καταπάσας, δίδου ῥοφῆσαι, πλεῖον ῥοφούμενον μᾶλλον ὠφελεῖ. [Ἄλλο Νικηράτου. ποιεῖ ἐμπυϊκοῖς, δυσπνοϊκοῖς, βήττουσι χρονίως, γλίσχρον καὶ κολλῶδες ἀνάγουσι καὶ ταῖς μετὰ τόκον καθαιρομέναις, κατάγει γάλα. ποιεῖ καὶ νηπίοις ἀτροφοῦσι διδόμενον ταῖς τροφαῖς.] ♃Πρασίου χυλοῦ ξε. στ΄. καλῶς δὲ δεῖ τοῦτο συνάγειν καὶ νεαρὸν κόπτοντας ἐκθλίβειν, οἴνου Φαλερίνου ξε. α΄. μέλιτος Ἀττικοῦ τὸ ἴσον, πεπέρεως λευκοῦ, σμύρνης, λιβάνου, ἑκάστου ἀνὰ δραχ. η΄. ἕψε τὸν οἶνον καὶ τὸν χυλὸν, καὶ ὅταν τὸ τρίτον λειφθῇ, ἐπίβαλλε τὸ μέλι, καὶ ὅταν συστραφῇ, ἐπίβαλλε τὰ ξηρὰ καὶ μίξας ἐπιμελῶς κατέρα εἰς ἀγγεῖον ὑελοῦν καὶ δίδου μύστρον πρὸ τροφῆς. ἄλλο Σκριβωνίου Λάργου. ♃πρασίου χυλοῦ ξε. στ΄. ἀειζώου χυλοῦ τὸ ἴσον, μέλιτος Ἀττικοῦ ξε. δ΄. ἢ ἕνα, οἴνου Ἰταλικοῦ ξε. α΄. πίσσης ὑγρᾶς βρυτίας τὸ ἴσον, νάρδου Ἰνδικῆς, κρόκου, σμύρνης, λιβάνου, πεπέρεως λευκοῦ, ἑκάστου ἀνὰ δραχ. η΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ἄλλο φθισικοῖς καὶ ῥευματιζομένοις τὸν θώρακα. ♃σικύου ἡμέρου σπέρματος λελεπισμένου δραχ. η΄. ἀμύλου δραχ. δ΄. λινοσπέρματος, μήκωνος λευκοῦ σπέρματος ἀνὰ δραχ. β΄. κόψας καὶ σήσας ἀναλάμβανε ἀποβρέγματι τραγακάνθης, ποίει τροχίσκους δραχ. α΄. ἄγοντας καὶ δίδου τριώβολον, ἀπυρέτοις δι’ οἴνου καὶ μύρτου ἀποβρέγματος, πυρέττουσι ῥοὸς χυλῷ. ἄλλο ♃ἀμύλου δραχ. δ΄. σικύου ἡμέρου σπέρματος πεφωγμένου, μήκωνος λευκοῦ σπέρματος πεφωγμένου, ἀμυγδάλων κεκαθαρμένων ἀνὰ δραχ. β΄. τραγακάνθης δραχ. α΄. καὶ τριώβολον, κρόκου δραχ. α΄. ἀναλάμβανε τραγακάνθης ἀποβρέγματι. μετὰ ταῦτα καὶ Σκυβελίτου ἀφεψημένῳ καὶ χρῶ ὁμοίως. [Ἄλλο Σκριβωνίου Λάργου καταπότιον, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς, ὑμένας ἀνάγει, ἀνακαθαίρει ἱκανῶς. δεῖ δὲ ἐπιμένειν τῷ φαρμάκῳ.] ♃Σαγαπηνοῦ, σμύρνης ἀνὰ δραχ. β΄. ὀπίου, καρδαμώμου ἀνὰ δραχ. δ΄. καστορίου δραχ. δ΄. πεπέρεως λευκοῦ τριώβολον, ἀναλάμβανε γλυκεῖ καὶ ποίει καταπότια, δίδου δι’ ὕδατος θερμοῦ πίνειν κυάθους γ΄. ἄλλη θεσπεσιανὴ, ἐμπυϊκοῖς, ποιεῖ καὶ πρὸς τὰ ἐν κατακαλύψει ἀποστήματα. ♃σελίνου σπέρματος, ὀπίου, μελανθίου ἀνὰ δραχ. γ΄. καστορίου δραχ. β΄. δαύκου σπέρματος, σίνωνος, ἴρεως, ἑκάστου ἀνὰ δραχ. στ΄. μέλιτι ἀφεψημένῳ ἀναλάμβανε καὶ δίδου καρύου Ποντικοῦ μέγεθος μεθ’ ὕδατος κυάθων τριῶν. [Ἄλλη Κόσου πρὸς τὰ δυσανάγωγα ὑγρὰ, ἐμπυϊκοῖς, περιπνευμονικοῖς. μάλιστα δὲ τοῖς παχέα καὶ κολλώδη ἀνάγουσι χρήσιμός ἐστιν.] ♃Μέλιτος Ἀττικοῦ ἀφεψημένου, ὥστε κολλῶδες γενέσθαι, λίτραν μίαν, πεπέρεως κεκομμένου καὶ σεσησμένου, σμύρνης ἀνὰ γο α΄. ἀναλάμβανε τὴν σμύρναν λεάνας καὶ πέπερι μέλιτι ἑφθῷ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος εἰς καταπότια. ἐν ἄλλαις γραφαῖς ἔχει σμύρνης δραχ. β΄. μέλιτος ἑφθοῦ λίτραν α΄. πεπέρεως γο α΄. ὀποπάνακος ἀνὰ δραχ. στ΄. σκεύαζε καὶ δίδου ὁμοίως καθὰ προείρηται. [Τροχίσκος ὁ διὰ τοῦ μανδραγόρου, ἐπιγράφεται σφραγίς. ποιεῖ πρὸς αἱμοπτυϊκοὺς, ἀναφορικοὺς ἐμπυϊκοὺς, ἔστι δὲ καὶ ἀναξηραντικὸς παντὸς ῥεύματος.] ♃Μανδραγόρου ῥίζης φλοιοῦ δραχ. δ΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. λιβάνου ἄῤῥενος, ὀποῦ μήκωνος, κρόκου, σμύρνης ἀνὰ δραχ. ε΄. λεῖα ποιήσας, ποίει τροχίσκους ὀβολιαίους καὶ δίδου καταλλήλως ταῖς διαθέσεσιν. ἄλλο Πτολεμαίου γνωρίμου. ♃στύρακος, ὀπίου, λιβάνου, κρόκου ἀνὰ δραχ. ε΄. μανδραγόρου φλοιοῦ, ὑοσκυάμου λευκοῦ σπέρματος, δαύκου Κρητικοῦ ἀνὰ δραχ. δ΄. κασσίας δραχ. β΄. οἴνῳ Ἀμιναίῳ ἀναλάμβανε καὶ δίδου ὀβολὸν μεθ’ ὕδατος θερμοῦ κυάθων β΄. ἄλλο πρὸς τὰς αὐτὰς διαθέσεις. ♃στύρακος δραχ. στ΄. σμύρνης, ὀπίου, ὑοσκυάμου σπέρματος, ἐρυσίμου πεφωγμένου ἀνὰ δραχ. δ΄. μανδραγόρου φλοιοῦ, ὀποπάνακος ἀνὰ δραχ. β΄. πεπέρεως λευκοῦ, νίτρου ἀφροῦ ἀνὰ δραχ. α΄. μέλιτι ἑφθῷ ἀναλάμβανε καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος. [Ἄλλη πάγχρηστος λεγομένη, ποιεῖ βήττουσι χρονίως, ἐμπύοις, ὀρθοπνοϊκοῖς, φθοϊκοῖς. ποιεῖ πρὸς ὑποχονδρίων διατάσεις καὶ πρὸς πᾶσαν ἐμπνευμάτωσιν καὶ γυναιξὶν ἔμμηνα καὶ ἐγκαταλείμματα ἐκ φθορᾶς ἢ τόκου δεύτερα κατάγει, ἀπαλλάττει καὶ τὰς περὶ κύστιν διαθέσεις.] ♃Τερμινθίνης δραχ. η΄. στύρακος δραχ. στ΄. σμύρνης δραχ. ε΄. κρόκου, ἴρεως, χαλβάνης ἀνὰ δραχ. δ΄. ὑοσκυάμου σπέρματος, μανδραγόρου· φλοιοῦ, ἐρυσίμου πεφωγμένου, ὀποπάνακος ἀνὰ δραχ. β΄. πεπέρεως, ἀφρονίτρου ἀνὰ δραχ. α΄. γλυκεῖ ἀναλάμβανε. [Χαριξένους περιπνευμονικοῖς, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς, αἱμοπτυϊκοῖς, βήττουσι χρονίως.] ♃Σμύρνης, λιβάνου φλοιοῦ, ἐν ἄλλω καὶ ὀπίου καὶ μανδραγόρου, σαγαπηνοῦ, ὑοσκυάμου λευκοῦ σπέρματος, ὀποπάνακος, δικτάμνου Κρητικοῦ, πρασίου τῶν σφαιρίων ἀνὰ δραχ. δ΄. ὕδατι φυράσας, ἀνάπλαττε τροχίσκους, δίδου τριώβολον καὶ μελικράτου κυάθους γ΄. ἄλλη Ἀσκληπιάδου ἐπικληθέντος φιλοφυσικοῦ φάρμακον ἐπιτετευγμένον. ♃μανδραγόρου φλοιοῦ, σελίνου σπέρματος ἀνὰ δραχ. δ΄. σμύρνης, κρόκου, ἀνίσου, δαύκου σπέρματος, ῥοῦ ἐρυθροῦ τοῦ χυλοῦ, ὑοσκυάμου σπέρματος, πεπέρεως λευκοῦ, καστορίου, σαγαπηνοῦ, ὀποπάνακος ἀνὰ δραχ. β΄. μέλιτι ἑφθῷ ἀναλάμβανε καὶ δίδου πρὸς δύναμιν. τὸ δὲ ὑγρὸν ἔστω κατάλληλον τῇ διαθέσει. [Ἀντίδοτος θεσπεσιανὴ, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς. ποιεῖ καὶ πρὸς τὰς ἄλλας τῶν ἐντὸς διαθέσεις, πρὸ παντὸς δὲ εὐορέκτους πρὸς τροφήν.] ♃Σελίνου σπέρματος δραχ. ιβ΄. σμύρνης, ἀνίσου, ὀπίου ἀνὰ δραχ. στ΄. πεπέρεως λευκοῦ δραχ. ε΄. πετροσελίνου, νάρδου, πεπέρεως μακροῦ ἀνὰ δραχ. δ΄. καστορίου, σχοίνου ἄνθους, κρόκου ἀνὰ δραχ. γ΄. κινναμώμου δραχ. β΄. κασσίας ἀρωματιζούσης δραχ. δ΄. μέλιτι ἑφθῷ ἀναλάμβανε καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος εἰς νύκτα μεθ’ ὕδατος κυάθων γ΄. [Ἀντίδοτος ἡ Ἀριστάρχου, δύναμις θαυμαστικὴ, ταύτην Παυλίναν ὀνομάζομεν, ποιεῖ αἱμοπτυϊκοῖς, βήσσουσι, φθισικοῖς, ἐμπυϊκοῖς, περιπνευμονικοῖς πρὸς σπάσματα, ῥήγματα. πρὸς τὰς τοῦ στομάχου ἀνατροπὰς καὶ πρὸς χολέραν, κοιλιακοῖς, δυσεντερικοῖς, ποιεῖ πρὸς τὰς περὶ κύστιν διαθέσεις, ὑστερικῶς πνιγομένας. πρὸς τοὺς κατὰ περίοδον πυρετοὺς, πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας διδομένη, ποιεῖ καχεκτικοῖς, ἀτροφοῦσι. πρὸς τὰ θανάσιμα τῶν φαρμάκων καὶ τὰς τῶν ἰοβόλων πληγάς.] ♃Κινναμώμου, κόστου, χαλβάνης, καστορίου, ὀποῦ μήκωνος, πεπέρεως μέλανος καὶ μακροῦ, στύρακος ἀνὰ δραχ. α΄. μέλιτος ξε. α΄. τὰ ξηρὰ κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ, ἡ δὲ χαλβάνη ἕψεται μετὰ μέλιτος, καὶ ὅταν διαλυθῇ, διυλίζεται τὸ μέλι καὶ τούτῳ ἐπιβάλλεται τὰ λοιπὰ καὶ ἀνακόπτεται, εἶτα ἀποτίθεται εἰς πυξίδα ὑελίνην ἢ ἀργυρὰν καὶ χρώμεθα πρὸς τὰς εἰρημένας διαθέσεις. ἡ δόσις κυάμου Αἰγυπτίου τὸ μέγεθος μεθ’ ὑδρομέλιτος κυάθων β΄. ἐπιῤῥαινομένων τῷ δακτύλῳ ὄξους σταγόνων θ΄. [Ἄλλη Ἀντωνίου Μούσα, πανάκεια. ἐχρήσατο Διόγας ἰατραλείπτης. ποιεῖ τοῖς κατὰ περίοδον ὑπὸ ῥίγους ὀχλουμένοις, ἀνασκευάζει χρονίους πυρετοὺς καὶ τὰ λοιπὰ νοσήματα, ποιεῖ βήσσουσι χρονίως, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς, δυσπνοϊκοῖς, πρὸς σπάσματα, ῥήγματα, κεχρονισμένας ἐμπνευματώσεις. σπληνικοῖς, ὑδρωπικοῖς κεχρονισμένοις, κοιλιακοῖς. κατάγει τοὺς ἐν νεφροῖς λίθους, ἔστι δὲ καὶ διουρητικὴ ἀγαθή. ποιεῖ καὶ πρὸς παντὸς ἑρπετοῦ πληγὴν καὶ πρὸς τὰ θανάσιμα τῶν φαρμάκων καὶ πρὸς πᾶσαν φθοροποιὸν ὕλην.] ♃Πεπέρεως λευκοῦ ἢ μακροῦ δραχ. η΄. ὑοσκυάμου λευκοῦ σπέρματος, καρδαμώμου, σμύρνης, λιβάνου ἀνὰ δραχ. ιβ΄. ὀπίου, κρόκου ἀνὰ δραχ. ι΄. θείου ἀπύρου δραχ. στ΄. κόστου, ἀριστολοχίας μακρᾶς, μανδραγόρου φλοιοῦ ἢ τῶν μήλων ἢ τῶν φύλλων, εὐφορβίου ἀνὰ δραχ. γ΄. μέλιτος Ἀττικοῦ ἀφεψημένου, ὅσον ἐξαρκεῖ. ἡ δόσις τοῖς κατὰ περίοδον ὀχλουμένοις, καρύου Ποντικοῦ τὸ μέγεθος, τοῖς δὲ λοιποῖς πρὸς δύναμιν. [Ἄλλη Κερουσιανή. ἐδόθη ὑπὸ Φιλίππου Τραλλιανοῖς. ταύτῃ χρώμενος, φθισικοὺς, ἐμπυϊκοὺς ἀπήλλαττεν.] ♃Πεπέρεως λευκοῦ, ὀποῦ Κυρηναϊκοῦ, Συριακοῦ, ὀποῦ μήκωκος ἀνὰ γο γ΄. σμύρνης, κρόκου, θείου ἀπύρου, ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ γο S". μανδραγόρου μήλων δραχ. β΄. καρδαμώμου γο α΄. μέλιτος Ἀττικοῦ λίτραν α΄. ἡ δόσις πρὸς δύναμιν καθὰ προείρηται. ὡς ἐν ἑτέρῳ ἀντιγράφῳ ἐγέγραπτο. ♃πεπέρεως γο γ΄. ὀποῦ Κυρηναϊκοῦ γο α΄. ὀποῦ μήκωνος γο S". ὀποῦ Συριακοῦ γο S". κρόκου γο α΄. θείου ἀπύρου γο S". σμύρνης γο S". ὑοσκυάμου λευκοῦ σπέρματος, μανδραγόρου μήλων ἀνὰ δραχ. β΄. καρδαμώμου γο α΄. μέλιτος Ἀττικοῦ λίτραν α΄. ἡ δόσις πρὸς δύναμιν καθὰ προείρηται.